Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἴσως δ̓ ἂν καὶ ἥδε ἡ ζήτησις παντελῶς τότε διελύθη, εἰ μὴ πεπαυμένην ἤδη δἰ ἔχθραν ἰδίαν ἐκίνησε Θεόφιλος, ἐπιβουλεύων Ἀμμωνίῳ καὶ Διοσκόρῳ, Εὐσεβίῳ τε καὶ Εὐθυμίῳ, τοῖς ἐπίκλην μακροῖς: οὓς ἀδελφοὺς ὄντας, εὐδοκίμους γενέσθαι παρὰ τοῖς ἐν Σκήτει φιλοσοφοῦσιν ἐκ τῶν πρόσθεν ἔγνωμεν.

Οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο: τὸν δὲ Διόσκορον καὶ τῆς Ἑρμουπόλεως ἐπίσκοπον κατέστησεν. Εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς Ἰσίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν.

Οἱ μὲν γάρ φασιν, ὡς γυνή τις ἐκ τῆς Μανιχαίων αἱρέσεως μετέθετο πρὸς τὴν καθόλου ἐκκλησίαν: ὡς ἀπερισκέπτως δὲ ταύτης κοινωνησάσης μυστηρίων πρὶν ἀπαγορεῦσαι τὴν προτέραν αἵρεσιν,

821
ἐπῃτιᾶτο Θεόφιλος τὸν τότε ἀρχιπρεσβύτερον:

ἀπηχθάνετο γὰρ αὐτῷ καὶ ἄλλως. Ὁ δὲ Πέτρος, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, καὶ κατὰ τὸν νόμον τῆς ἐκκλησίας, καὶ γνώμῃ Θεοφίλου κεκοινωνηκέναι τὸ γύναιον ἰσχυρίζετο: καὶ μάρτυρα τούτων, Ἰσίδωρον ἔλεγεν.

Ὁ δὲ ἔτυχε μὲν τότε ὡς Ῥώμην ἀποσταλείς: ἐπανελθὼν δὲ ἀληθῆ λέγειν τὸν Πέτρον ἐμαρτύρησεν. Ὡς συκοφαντηθεὶς δὲ Θεόφιλος χαλεπῄνας, ἄμφω τῆς ἐκκλησίας ἐξήλασε. Καὶ οἱ μὲν τάδε λέγουσι.