Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐν τούτῳ δὲ, οὐ πολλῷ πρότερον ἀρξαμένη ζήτησις κατὰ τὴν Αἴγυπτον κεκίνητο, εἰ τὸν Θεὸν ἀνθρωπόμορφον δοξάζειν δεῖ. Ταύτης δὲ τῆς γνώμης οἱ πλείους τῶν τῇδε μοναχῶν ἦσαν, ὑπὸ ἁπλότητος ἀβασανίστως τοὺς ἱεροὺς ἐκλαμβάνοντες λόγους, καὶ ὀφθαλμοὺς Θεοῦ καὶ πρόσωπον καὶ χεῖρας, καὶ ὅσα τοιαῦτα προσεθισθέντες ἀκούειν.

Οἱ δὲ τὴν ἐν τοῖς ὀνόμασι κεκρυμμένην διάνοιαν σκοποῦντες, ἐναντίως εἶχον: καὶ τοὺς τάδε λέγοντας, ἄντικρυς βλασφημεῖν εἰς τὸ θεῖον ἔλεγον. Καὶ Θεόφιλος δὲ ταύτης ἔχεσθαι τῆς δόξης ἐν ἐκκλησίᾳ παρεκελεύσατο, καὶ ἐν ἐπιστολῇ ἣν ἐξ ἔθους περὶ τῆς Πασχαλίας ἑορτῆς ἔγραφε, καὶ ἀσώματον χρῆναι νοεῖν τὸν Θεὸν εἰσηγεῖτο,

καὶ ἀνθρώπου σχήματος ἀλλότριον. Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο τοῖς Αἰγυπτίων μοναχοῖς, ἧκον

819
εἰς Ἀλεξάνδρειαν: καὶ εἰς ἓν ἀθροισθέντες ἐστασίαζον, καὶ ὡς ἀσεβοῦντα τὸν Θεόφιλον ἀνελεῖν ἐβουλεύοντο. Ὁ δὲ παραυτίκα φανεὶς ἔτι στασιάζουσιν, Οὕτως ὑμᾶς, ἔφη, εἶδον ὡς Θεοῦ πρόσωπον. Τὸ δὲ ῥηθὲν ἱκανῶς ἐφύλαξε τοὺς ἄνδρας.

Καὶ τῆς ὀργῆς καθυφέντες, Οὐκοῦν, φασὶν, εἰ τάδε ἀληθῶς δοξάζεις, καὶ τὰς Ὠριγένους ἀποκήρυξον βίβλους, ὡς τῶν ἀσκουμένων ταύτας οὕτω φρονεῖν εἰσηγουμένων. Ἀλλ̓ ἐμοὶ, ἔφη, τοῦτο πάλαι δεδογμένον ἦν, καὶ ποιήσω ὡς ὑμῖν δοκεῖ:

μέμφομαι γὰρ οὐχ ἧττον κἀγὼ τοῖς τὰ Ὠριγένους δοξάζουσι. Καὶ ὁ μὲν, οὕτω βουκολήσας τοὺς ἀδελφοὺς διέλυσε τὴν στάσιν.

820