Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μή πω δὲ θατέρου μέρους κλίναντος, ἀλλ̓ ἔτι τῆς ἐν πεδίῳ μάχης ἑκατέρωθεν ἰσαζούσης, ἀντιπρόσωπος τοῖς ἐναντίοις ἐμβὰς ἄνεμος ἐξαίσιος, καὶ οἷον οὔπω πρότερον ἱστορήσαμεν, διέλυσε τὰς τῶν πολεμίων τάξεις: βέλη δὲ καὶ ἀκόντια κατὰ Ῥωμαίων πεμπόμενα, ὡς ἀντιτύποις προσβάλλοντα, εἰς τὰ τῶν ἀκοντιζόντων περιέστρεφε σώματα: καὶ τὰς ἀσπίδας ἐξαρπάζων τῶν χειρῶν, σὺν φορυτῷ καὶ κονιορτῷ κατ̓ αὐτῶν ἐκύλιε.

Γυμνωθέντες δὲ τῶν ὅπλων, οἱ μὲν πλείους αὐτίκα διεφθάρησαν, οἱ δὲ πρὸς ὀλίγον φυγῇ διασωθέντες μετ̓ οὐ πολὺ ἥλωσαν. Εὐγένιος δὲ, προσδραμὼν τοῖς ποσὶ τοῦ βασιλέως, ἐδεῖτο σώζεσθαι: ἐν ᾧ δὲ ἱκέτευε, πρός του τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη. Ἀρβογάστης δὲ φεύγων μετὰ τὴν μάχην αὐτόχειρ ἑαυτοῦ γέγονε.

Λέγεται δὲ καθ̓ ὃν καιρὸν οὗτος ὁ πόλεμος συνεκροτεῖτο, ὡς ἐν τῷ νεῷ τοῦ Θεοῦ τῷ ἐν τῷ ἑβδόμῳ,

761
οὗ προσηύξατο ὁ βασιλεὺς ἐξιὼν, δαιμονῶν τις ἀναρπασθεὶς μετάρσιος, τὸν βαπτιστὴν Ἰωάννην ἐλοιδορεῖτο, καὶ ὡς τῆς κεφαλῆς ἀποτμηθέντα ὠνείδιζε, καὶ ἀνεβόα:

Σύ με νικᾷς, καὶ τῇ ἐμῇ στρατιᾷ ἐπιβουλεύεις. Οἱ δὲ περιτυχόντες, ὡς εἰκὸς, πολλῆς οὔσης περὶ τοῦ πολέμου σπουδῆς νεώτερόν τι ἀκούειν καὶ λέγειν, καταπλαγέντες ἀνεγράψαντο τὴν ἡμέραν, καθ̓ ἣν γενέσθαι τὰ περὶ τὸν πόλεμον οὐκ εἰς μακρὰν ἔγνωσαν παρὰ τῶν κοινωνησάντων τῇ μάχῃ. Καὶ τὰ μὲν ὧδε γενέσθαι λόγος.

Περὶ τῆς πρὸς βασιλέα Θεοδόσιον τοῦ ἁγίου Ἀμβροσίου παρρησίας, καὶ τοῦ φόνου τῶν ἐν Θεσσαλονίκῃ: καὶ διήγησις τοῦ ἁγίου τούτου ἑτέρων κατορθωμάτων.

Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς, ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. Ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο Ἀμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος: καὶ λαβόμενος

762