Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ ηὐτρέπιστο, ἀναγορεύει βασιλέα Ὁνώριον τὸν νεώτερον υἱόν: Ἀρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. Ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν, σπουδῇ σὺν ταῖς στρατιαῖς ἀπὸ τῆς ἕω ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. Συνείπετο δὲ αὐτῷ καὶ πλῆθος συμμάχων,

τῶν περὶ τὸν Ἴστρον βαρβάρων. Λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ Θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ ἐδείματο: αἰτῆσαί τε αἰσίαν αὑτῷ καὶ τῇ στρατιᾷ καὶ Ῥωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτῷ ἐπικαλέσασθαι τὸν Βαπτιστήν.

Ταῦτα δὲ προσευξάμενος, εἰς Ἰταλίαν ἀφίκετο. Καὶ προσβαλὼν ταῖς Ἄλπεσιν, εἷλε τὰς πρώτας φυλακάς. Παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς

759
τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν: οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας.

Ἐπεὶ δὲ οἱ πρῶτοι παρελθόντες συνεμίσγοντο τοῖς ἐν τῷ πεδίῳ, μάχη καρτερὰ καὶ ἀμφήριστος ἐκινήθη. Ἔτι δὲ περιούσης τῆς στρατιᾶς, λογισάμενος, ὅσον ἧκεν εἰς ἀνθρώπων δύναμιν, καὶ βουλομένοις μὴ δυνατὸν σώζεσθαι, ἐπιτιθεμένων τῶν ἀπὸ τοῦ νώτου τὴν ἀκρώρειαν καταλαβόντων, πρηνὴς ἐπὶ τοῦ ἐδάφους πεσὼν, ηὔχετο δακρύων. Καὶ ὁ Θεὸς αὐτίκα ἐπήκουσεν, ὡς τὸ ἀποβὰν ἔδειξε.

Πέμψαντες γάρ τινας, συμμάχους σφᾶς ἔσεσθαι προσήγγειλαν οἱ ἡγεμόνες τῶν περικαθημένων τὴν ἄκραν, εἰ μέλλοιεν ἐν τιμῇ παῤ αὐτῷ εἶναι. Ἐπεὶ δὲ χάρτην καὶ μέλαν ἐπιζητήσας οὐχ εὗρε, δέλτον δὲ λαβὼν ἣν ἔτυχέ τις τῶν παρεστώτων ἔχων, ἐνέγραψεν αὐτοῖς ἐπισήμου καὶ ἁρμοδίου στρατιᾶς τάξιν, ἣν ἕξουσι παῤ αὐτῷ

760
τὴν ὑπόσχεσιν πληροῦντες. Καὶ οἱ μὲν ἐπὶ τούτοις τῷ βασιλεῖ προσεχώρησαν.