Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων: οὐ ταυτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους: ἔγνω ὁ βασιλεὺς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παρῃτοῦντὁ τὴν πρότασιν: καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος, ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου δόγματος.

Ἐπεὶ δὲ ἡμέρα παρῆν, καθ̓ ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια, ὑπὲρ μὲν τῶν ὁμοούσιον Τριάδα δοξαζόντων, Νεκτάριος καὶ Ἀγέλιος: ὑπὲρ δὲ τῆς Ἀρείου αἱρέσεως, Δημόφιλος ταύτης προεστώς: τῆς δὲ Εὐνομίου, αὐτὸς Εὐνόμιος: Ἐλεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος, ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. Δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν, μόνην τὴν ὁμοούσιον Τριάδα εἰσηγουμένην ἐπῄνεσε: τὰς δὲ ἄλλας, ὡς ἐναντίας διέρρηξε.

Καὶ Ναυατιανοῖς μὲν

710
οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη: ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ Θεοῦ δοξάζουσιν. Οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον, ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους: πολλοὶ δὲ καὶ καταγνόντες, πρὸς τὴν ἐπαινεθεῖσαν μετέθεντο.

Ὁ δὲ βασιλεὺς νομοθετῶν, ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν, μήτε περὶ πίστεως διδάσκειν, μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν: καὶ τοὺς μὲν, πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι: τοὺς δὲ, ἀτίμους εἶναι, καὶ πολιτείας ὁμοίως μὴ μετέχειν τοῖς ἄλλοις.

Καὶ χαλεπὰς τοῖς νόμοις ἐπέγραφἑ τιμωρίας. Ἀλλ̓ οὐκ ἐπεξῄει: οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ̓ εἰς δέος καθιστᾷν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον: ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει.

Περὶ Μαξίμου τοῦ τυράννου, καὶ περὶ τῶν μεταξὺ τῆς βασιλείας Ἰουστίνου καὶ τοῦ ἁγίου Ἀμβροσίου, καὶ ὡς δόλῳ ἀνῃρέθη ὁ βασιλεὺς Γρατιανός: καὶ Οὐαλεντινιανὸς μετὰ τῆς μητρὸς εἰς Θεοδόσιον ἐν Θεσσαλονίκῃ κατέφυγε.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἠσχολημένῳ Γρατιανῷ

711
εἰς τὸν πρὸς Ἀλαμανοὺς πόλεμον, ἐπανέστη Μάξιμος ἐκ τῆς Βρετανίας, καὶ ὑφ̓ ἑαυτὸν τὴν Ῥωμαίων ἀρχὴν ποιήσασθαι ἐσπούδαζεν. Ἐν Ἰταλίᾳ δὲ τότε διέτριβεν Οὐαλεντινιανὸς, ἔτι νέος ὤν: ἐπετέτραπτο δὲ τῶν τῇδε πραγμάτων τὴν διοίκησιν ὕπαρχος ὢν Πρόβος, ὑπατικὸς ἀνήρ.