Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἡνίκα δὴ Ἰουστίνα ἡ τοῦ βασιλέως μήτηρ, τὰ Ἀρείου φρονοῦσα, πράγματα παρεῖχεν Ἀμβροσίῳ ἐπισκόπῳ Μεδιολάνων, καὶ τὰς ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ περὶ πολλοῦ ποιουμένη κρατεῖν τὴν πίστιν τῶν ἐν Ἀριμίνῳ συνεληλυθότων.

Ἐπεὶ δὲ τὸ ἐναντίον ἐσπούδασεν Ἀμβρόσιος, χαλεπῄνασα διαβάλλει αὐτὸν πρὸς τὸν υἱὸν, ὡς ὑβρισμένη. Ὑπολαβὼν δὲ Οὐαλεντινιανὸς ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἅτε δὴ μητρὶ τιμωρῶν, στρατιωτῶν πλῆθος ἐπιπέμπει τῇ ἐκκλησίᾳ.

Οἱ δὲ, τῷ ναῷ προσβαλόντες,

712
βίᾳ τῶν θυρῶν ἐντὸς ἐγένοντο, καὶ τὸν Ἀμβρόσιον εἷλκον αὐθωρὸν, εἰς τὴν ὑπερορίαν ἄξοντες. Περιχυθέντες δὲ αὐτῷ τὸ πλῆθος τῆς ἐκκλησίας, ἀντέσχον τοῖς στρατιώταις: καὶ πρότερον ἔγνωσαν ἀποθανεῖν,

ἢ τὸν ἱερέα ὑπεριδεῖν. Ἐκ τούτου τε εἰς μείζονα ὀργὴν Ἰουστίνα ἐξήφθη, καὶ νόμῳ κρατύναι τὴν ἐγχείρησιν ἐβουλεύετο. Μετακαλεσαμένη τοίνυν Μενίβολον τὸν ἐπὶ τοῖς γραμματεῦσι τῶν θεσμῶν τότε τεταγμένον, ἐκέλευε τὴν ταχίστην τιθέναι νόμον ἐπὶ βεβαιώσει τῆς ἐν Ἀριμίνῳ ἀναγνωσθείσης πίστεως.

Ὑποπαραιτούμενον δὲ τὴν πρᾶξιν, ἦν γὰρ τῆς καθόλου ἐκκλησίας, προὐτρέπετο μείζονος τιμῆς ἐπαγγελίαις δελεάζουσα. Ἀλλ̓ οὐκ ἔπεισε, περιελὼν δὲ τὴν ζώνην Μενίβολος, πρὸ τῶν ποδῶν τῆς βασιλίδος ἔρριψε, μήτε τῆς οὔσης τιμῆς, μήτε μείζονος μεταποιεῖσθαι φήσας ἐπὶ μισθῷ ἀσεβείας.

Ἐπεὶ οὖν ἐνέστη μή ποτε τοῦτο διαπράξασθαι, ἕτεροι διηκονήσαντο

713
πρὸς τὴν θέσιν τοῦ τοιούτου νόμου. Παρεκελεύετο δὲ ἀδεῶς συνιέναι τοὺς ὁμοίως δοξάζοντας τοῖς ἐν Ἀριμίνῳ, καὶ μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει συνεληλυθόσι: τοὺς δὲ ἐμποδὼν γενομένους, ἢ ἐναντίᾳ τῷ νόμῳ βασιλέως θεομένους, θανάτῳ ζημιοῦσθαι.