Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐπεὶ δὲ Κωνσταντινουπόλεως ἐξεδήμησεν ἐπὶ τὴν Ῥώμην διὰ Θρᾴκης πορευόμενος, τηνικαῦτα οἱ περὶ Ἑλλήσποντον καὶ Βιθυνίαν ἐπίσκοποι, καὶ ὅσοι ἄλλοι ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν λέγειν ἠξίουν, προβάλλονται πρεσβεύειν ὑπὲρ αὐτῶν Ὑπατιανὸν τὸν Ἡρακλείας τῆς Περίνθου ἐπίσκοπον: ὥστε ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος.

Προσελθόντος δὲ αὐτοῦ, καὶ τὰ παρὰ τῶν ἐπισκόπων διδάξαντος,

550
ὑπολαβὼν Οὐαλεντινιανὸς, Ἐμοὶ μὲν, ἔφη, μετὰ λαοῦ τεταγμένῳ, οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν: οἱ δὲ ἱερεῖς οἷς τούτου μέλει, καθ̓ ἑαυτοὺς ὅπη βούλονται συνίτωσαν.

Τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου πρὸς τὴν Ὑπατιανοῦ πρεσβείαν, συνιᾶσιν εἰς Λάμψακον. Καὶ δύο μῆνας βουλευσάμενοι, τελευτῶντες ἐψηφίσαντο, ἄκυρα εἶναι τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀκάκιον.

Ἀργεῖν δὲ καὶ τὴν ἔκθεσιν τῆς πίστεως, ἣν ὡς δυτικῶν ἐπισκόπων οὖσαν προκομίσαντες, ὑπογράψαι τινὰς παρεσκεύασαν, ἐπὶ ὑποσχέσει ἀποκηρύξεως τοῦ ἀνομοίου κατ̓ οὐσίαν, ὃ διεψεύσαντο: κρατεῖν δὲ τὸ ὅμοιον δοξάζειν τὸν Υἱὸν τῷ Πατρὶ κατ̓ οὐσίαν: εἶναι γὰρ τοῦ ὁμοίου τὴν προσθήκην ἀναγκαίαν διὰ τὴν σημασίαν τῶν ὑποστάσεων.

Πίστιν δὲ πολιτεύεσθαι κατὰ πᾶσαν ἐκκλησίαν, τὴν ἐν Σελευκείᾳ ὁμολογηθεῖσαν, ἐκτεθεῖσαν δὲ ἐπὶ τῇ ἀφιερώσει τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας:

551
τοὺς δὲ καθαιρεθέντας παρὰ τῶν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν λεγόντων,

τοὺς ἰδίους ἀπολαμβάνειν θρόνους, ὡς παρανόμως ἐκβεβλημένους τῶν ἐκκλησίων. Εἰ δέ τις αὐτῶν κατηγορεῖν βούλεται, ἐκ τοῦ ἴσου κινδύνου τοῦτο ποιεῖν: δικαστὰς δὲ εἶναι τοὺς ὀρθῶς δοξάζοντας ἐν τῷ ἔθνει ἐπισκόπους, καὶ ἐκ τῶν πέλας ἐπαρχιῶν,

συνιόντας ἐν τῇ ἐκκλησίᾳ ἔνθα οἱ μάρτυρές εἰσι τῶν ἑκάστῳ βεβιωμένων. Ταῦτα ὁρίσαντες, ἐπειδὴ τοὺς περὶ Εὐδόξιον κεκλήκασι, καὶ μετανοίας αὐτοῖς μετέδωκαν, οἱ δὲ οὐχ ὑπήκουον, τὰ δόξαντα ταῖς πανταχοῦ ἐκκλησίαις ἐδήλωσαν.

Λογισάμενοι δὲ ὡς εἰκὸς, Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια, καὶ διαβαλεῖν αὐτοὺς, ἔγνωσαν φθάσαι, καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνύσαι. Ὃ δὴ καὶ ἐποίουν, ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν Ἡρακλείᾳ περιτυχόντες: ἀποδημοῦντι γὰρ τῷ ἀδελφῷ εἰς τὴν πρεσβυτέραν Ῥώμην,

μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς

552
ἀμφ̓ αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. Προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. Ἐπεὶ δὲ ἀντεῖπον, καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην, καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν, τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε: τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον.

Ἐν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν. Ὑφωρᾶτο γὰρ, μὴ πῶς οἱ Πέρσαι τὰς ἐπὶ Ἰοβιανοῦ γενομένας τριακονταετεῖς σπονδὰς λύσωσι. Τῶν δὲ μηδὲν νεωτεριζόντων, ἐν Ἀντιοχείᾳ διέτριβεν: ἡνίκα δὴ Μελετίου μὲν τοῦ ἐπισκόπου ὑπερορίαν φυγὴν κατεδίκασε: Παυλίνον δὲ τὸν βίον αἰδεσθεὶς, ἐφείσατο: τοὺς δὲ Εὐζωΐῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε.

553