Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὁ δὲ Ἰοβιανὸς ἀμφὶ ὀκτὼ μῆνας ἐν τῇ βασιλείᾳ διαγενόμενος, ἀπιὼν ἐπὶ τὴν Κωνσταντινούπολιν, ἐξαπίνης ἐν Δαδαστάνοις χωρίῳ τῆς Βιθυνίας καθ̓ ὁδὸν ἐτελεύτησεν: ἢ ἀφειδέστερον, ὥς τινες λέγουσι, δειπνήσας: ἢ ὑπὸ τῆς ὀδμῆς τοῦ οἰκήματος ἐν ᾧ ἐκάθευδεν, ἀσβέστῳ προσφάτως ἐγχρισθέντος: ἐπιγενέσθαι

546
γὰρ ἰκμάδα, καὶ νοτισθῆναι τοὺς τοίχους ἀμέτρως, πολλῶν ἀνθράκων αὐτόθι καιομένων, ὡς ἐν ὥρᾳ χειμῶνος διὰ τὴν ἀλέαν.

Ἐπεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιὰ, ἀναγορεύουσι βασιλέα Οὐαλεντινιανὸν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας

ἄξιον. Ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. Λέγεται γὰρ, ὡς ἡνίκα Ἰουλιανὸς ἐκράτει Ῥωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων Ἰοβιανῶν, τῆς στρατείας ἀπεώσατο, καὶ ἀϊδίῳ φυγῇ ἐζημίωσε. Πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ̓ αὐτὸν στρατιώτας πρὸς τοὺς πολεμίους:

τὸ δ̓ ἀληθὲς, ἐντεῦθεν. Ἔτι διάγων Ἰουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις, ἧκεν εἴς τινα ναὸν θύσων: συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός: ἔθος γὰρ παλαιὸν Ῥωμαίοις τὸν ἡγούμενον τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν, τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ̓ Ἡρακλέους, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν, κατὰ νώτου ἐγγὺς ἀεὶ φύλακας ἕπεσθαι τῷ βασιλεῖ.

Ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν

547
τοῦ ναοῦ τὸν οὐδὸν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς, νόμῳ Ἑλληνικῷ περιέρραινε τοὺς εἰσιόντας: ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα, χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός: ἦν γὰρ Χριστιανός: καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο: φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος, αὐτίκα περιτεμεῖν καὶ ἀπορρίψαι σὺν αὐτῇ τῇ ψεκάδι, ὅσον ἐβράχη τῆς ἐσθῆτος.

Τὸ δὲ ἐξ ἐκείνου μηνιῶν ὁ Ἰουλιανὸς, οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτὸν τὴν Μελιτινὴν τῆς Ἀρμενίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ̓ αὐτὸν στρατιώτας ῥαστώνην: οὐ γὰρ ἐβούλετο δόξαι, διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη: καθότι ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν, καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.

Ἐπεὶ δὲ ὁ Ἰοβιανὸς ἐπετράπη τὴν Ῥωμαίων ἡγεμονίαν, μετακληθεὶς ἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ στρατοπέδου καὶ τῶν τότε τὰς μεγάλας

548
ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται βασιλεύειν Οὐαλεντινιανός.

Ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι, Τὸ μὲν ἑλέσθαι μὲ, φησὶν, ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν ἦν: ἐπεὶ δὲ εἵλεσθε, ὃν νῦν αἰτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ̓ ἐν ἐμοί: καὶ χρὴ τοὺς μὲν ἀρχομένους ὑμᾶς ἡσυχίαν ἄγειν:

ἐμὲ δὲ ὡς βασιλέα, τὰ πρακτέα σκοπεῖν. Καὶ τότε μὲν ταῦτα προσφωνήσας, οὐκ εἶξε τοῖς στρατιώταις: μετ̓ οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν, ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν: καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα, παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ Ἰλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν, καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρις ἐσχάτων Λιβύων, ὑφ̓ ἑαυτὸν ἔταξεν.

Ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην: διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ, Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν Ἀρείου

549
πίστιν ἐζήλου: καὶ δεινὸν ἡγεῖτο, μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ, τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, τούτους μὲν ὠφέλει: τοῖς δὲ ἑτέρως δοξάζουσιν, οὐδὲν ἠνώχλει.