Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

αὐτῷ βαρβάρους ἔπειθεν ὧδε φρονεῖν. Οὐ τοῦτο δὲ μόνον οἶμαι αἴτιον γέγονεν, εἰσέτι νῦν πᾶν τὸ φῦλον προστεθῆναι τοῖς τὰ Ἀρείου δοξάζουσιν. Ἀλλὰ γὰρ καὶ Οὐλφίλας ὁ παῤ αὐτοῖς τότε ἱερωμένος, τὰ μὲν πρῶτα οὐδὲν διεφέρετο πρὸς τὴν καθόλου ἐκκλησίαν: ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας, ἀπερισκέπτως οἶμαι μετασχὼν τοῖς ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον τῆς ἐν Κωνσταντινουπόλει συνόδου, διέμεινε κοινωνῶν τοῖς ἱεροῦσι τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, λέγεται διαλεχθέντων αὐτῷ περὶ τοῦ δόγματος τῶν προεστώτων τῆς Ἀρειανῆς αἱρέσεως, καὶ τὴν πρεσβείαν αὐτῷ συμπράξειν πρὸς βασιλέα ὑποσχομένων, εἰ ὁμοίως αὐτοῖς δοξάζοι, βιασθεὶς ὑπὸ τῆς χρείας, ἢ καὶ ἀληθῶς νομίσας ἄμεινον οὕτω περὶ Θεοῦ φρονεῖν, τοῖς Ἀρείου κοινωνῆσαι, καὶ αὐτὸν καὶ τὸ πᾶν φῦλον ἀποτεμεῖν τῆς καθόλου ἐκκλησίας.

Ὑπὸ διδασκάλῳ γὰρ αὐτῷ παιδευθέντες οἱ Γότθοι τὰ πρὸς εὐσέβειαν, καὶ δἰ αὐτοῦ μετασχόντες πολιτείας ἡμερωτέρας, πάντα ῥᾳδίως

665
αὐτῷ ἐπείθοντο: πεπεισμένοι μηδὲν εἶναι φαῦλον τῶν παῤ αὐτοῦ λεγομένων ἢ πραττομένων: ἅπαντα δὲ συντελεῖν εἰς χρήσιμον τοῖς ζηλοῦσιν.

Οὐ μὴν ἀλλὰ καὶ πλείστην δέδωκε πεῖραν τῆς αὐτοῦ ἀρετῆς: μυρίους μὲν ὑπομείνας κινδύνους ὑπὲρ τοῦ δόγματος, ἔτι τῶν εἰρημένων βαρβάρων Ἑλληνικῶς θρησκευόντων. Πρῶτος δὲ γραμμάτων εὑρετὴς αὐτοῖς ἐγένετο, καὶ εἰς τὴν οἰκείαν φωνὴν μετέφρασε τὰς ἱερὰς βίβλους. Καθότι μὲν οὖν ὡς ἐπίπαν οἱ παρὰ τὸν Ἴστρον βάρβαροι τὰ Ἀρείου φρονοῦσι, πρόφασις ἥδε.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ, πλῆθος τῶν ὑπὸ τὸν Φριτιγέρνην διὰ Χριστὸν μαρτυροῦντες ἀνῃρέθησαν. Ὁ γὰρ Ἀθανάριχος, καὶ τοὺς ὑπ̓ αὐτῷ τεταγμένους, Οὐλφιλα πείθοντος, χριστιανίζειν ἀγανακτῶν, ὡς τῆς πατρῴας θρησκείας καινοτομουμένης, πολλοὺς πολλαῖς τιμωρίαις ὑπέβαλε. Καὶ τοὺς μὲν εἰς εὐθύνας ἀγαγὼν, παρρησιασαμένους ἀνδρείως ὑπὲρ τοῦ δόγματος, τοὺς δὲ μηδὲ λόγου μεταδοὺς, ἀνεῖλε.

Λέγεται γὰρ ὥς τι ξόανον ἐφ̓ ἁρμαμάξης ἑστὼς, οἵ γε τοῦτο ποιεῖν ὑπὸ

666
Ἀθαναρίχου προσετάχθησαν, καθ̓ ἑκάστην σκηνὴν περιάγοντες τῶν χριστιανίζειν καταγγελλομένην, ἐκέλευον τοῦτο προσκυνεῖν, καὶ θύειν. Τῶν δὲ παραιτουμένων, σὺν αὐτοῖς ἀνθρώποις τὰς σκηνὰς ἐνεπίμπρων.

Περιπαθέστερον δὲ τότε καὶ ἕτερον συμβῆναι πάθος ἐπυθόμην. Ἀπειρηκότες γὰρ πολλοὶ τῇ βίᾳ τῶν θύειν ἀναγκαζόντων, ἄνδρες τε καὶ γυναῖκες, ὦν αἱ μὲν παιδάρια ἐπήγοντο: αἱ δὲ ἀρτίτοκα βρέφη ὑπὸ τοὺς μαζοὺς ἔτρεφον, ἐπὶ τὴν σκηνὴν τῆς ἐνθάδε ἐκκλησίας κατέφυγον: προσαψάντων δὲ πῦρ τῶν Ἑλληνιστῶν,