Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐκ δὴ τοιούτων Θεμιστίου λόγων, φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς, οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. Οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων ἐπιγενόμεναι φροντίδες,

οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γὰρ οἳ δὴ πέραν

662
Ἴστρου ποταμοῦ τὸ πρὶν ᾤκουν, καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων, εἰς τοὺς Ῥωμαίων ὅρους ἐπεραιώθησαν.

Τοῦτο γὰρ τὸ ἔθνος, ὡς φασὶν, ἄγνωστον ἦν προτοῦ Θρᾳξὶ τοῖς παρὰ τὸν Ἴστρον, καὶ Γότθοις αὐτοῖς: ἐλάνθανον δὲ προσοικοῦντες ἀλλήλοις, καθότι λίμνης μεγίστης ἐν μέσῳ κειμένης, ἕκαστοι τέλος ξηρᾶς ᾤοντο εἶναι τὴν καθ̓ αὑτοὺς οἰκουμένην: μετὰ τοῦτο δὲ, θάλασσαν καὶ ὕδωρ ἀπέραντον. Συμβὰν δὲ βοῦν οἰστροπλῆγα διαδραμεῖν τὴν λίμνην, ἐπηκολούθησε βουκόλος: καὶ τὴν ἀντιπέραν γῆν θεασάμενος, ἤγγειλε τοῖς ὁμοφύλοις.

Ἄλλοι δὲ λέγουσιν, ὡς ἔλαφος διαφυγοῦσα, τισὶ τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδὸν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι: τοὺς δὲ, τότε μὲν ὑποστρέψαι, θαυμάσαντας τὴν χώραν, ἀέρι μετριώτερον, καὶ γεωργίᾳ ἥμερον ἔχουσαν: καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ ἐθεάσαντο.

Δἰ ὀλίγων δὲ τὰ πρῶτα καταστῆναι εἰς πεῖραν τοῖς Γότθοις. Μετὰ δὲ ταῦτα, πανσυδεὶ ἐπιστρατεῦσαι,

663
καὶ μάχῃ κρατῆσαι, καὶ πᾶσαν τὴν αὐτῶν γῆν κατασχεῖν. Τοὺς δὲ διωκομένους, εἰς τὴν Ῥωμαίων περαιωθῆναι: καὶ τὸν ποταμὸν διαβάντας, πρέσβεις πέμψαι πρὸς βασιλέα, συμμάχους τοῦ λοιποῦ ἔσεσθαι σφᾶς ὑπισχνουμένους, καὶ δεομένους συγχωρεῖν αὐτοῖς ᾗ βούλεται κατοικεῖν.

Ταύτης δὲ τῆς πρεσβείας ἄρξαι Οὐλφίλαν, τὸν τοῦ ἔθνους ἐπίσκοπον: κατὰ γνώμην δὲ αὐτοῖς προχωρησάσης, ἐπιτραπῆναι ἀνὰ τὴν Θρᾴκην οἰκεῖν. Οὐ πολλῷ δὲ ὕστερον πρὸς σφᾶς αὐτοὺς στασιάσαντας, διχῆ διαιρεθῆναι. Ἡγεῖτο δὲ, τῶν μὲν Ἀθανάριχος: τῶν δὲ Φριτιγέρνης: ἐπεὶ δὲ πρὸς ἀλλήλους ἐπολέμησαν, κακῶς πράξας ἐν τῇ μάχῃ Φριτιγέρνης, ἐδεῖτο Ῥωμαίων βοηθεῖν αὐτῷ.

Τοῦ δὲ βασιλέως ἐπιτρέψαντος βοηθεῖν καὶ συμμαχεῖν αὐτῷ τοὺς ἐν Θρᾴκῃ στρατιώτας, αὖθις συμβαλὼν ἐνίκησε, καὶ τοὺς ἀμφὶ Ἀθανάριχον εἰς φυγὴν ἔτρεψεν. Ὥσπερ δὲ χάριν ἀποδιδοὺς Οὐάλεντι, καὶ διὰ πάντων φίλος εἶναι πιστούμενος, ἐκοινώνησε τῆς αὐτοῦ θρησκείας: καὶ τοὺς πειθομένους

664