Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ταῦτα δὲ σπουδάζων, πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου

449
φυγαδευθεῖσι διὰ θρησκείαν, ἀνῆκε τὴν φυγὴν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε: τοῖς δὲ δήμοις προηγόρευε, μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν, μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν: τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας, πρότερον ἐξιλεοῦσθαι οὓς Ἕλληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς.

Κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο Κωνσταντίου: καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε. Μέχρι τε παρθένων καὶ χηρῶν, τὰς δἰ ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσέταξεν ἂ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο.

Ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχοῦ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὡς καὶ νῦν κρατεῖ,

ἐξ οὗ τέθνηκεν Ἰουλιανὸς ἐπιμελῶς φυλαττόμενος. Ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι

450
φασὶ τὴν εἴσπραξιν. Μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν, εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον.

Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος περὶ τὴν θρησκείαν ἀπέχθεια: σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους, οὐδὲν εἶδος παρέλιπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας: χρήματά τε καὶ τὰ ἀναθήματα, καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος: τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν, ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. Ἐκ δὲ τούτων, μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ καὶ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο, καὶ δεσμωτηρίοις ἐνεβάλλοντο.

Ὥστε πανταχόθεν συμβάλλειν ἐστὶν, φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν, μετριώτερον

451
αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν: ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. Φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας: πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν καταδικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο.

Λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι: ἀλλ̓ ὥστε, ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν, καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν: ἢ Κωνστάντιον διαβάλλων. Ὤιετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάζειν, τοὺς μὲν Ἑλληνιστὰς ὡς ὁμόφρονας θεραπεύων: τοὺς δὲ διὰ Χριστὸν ἐπ̓ ἐκείνου κακῶς παθόντας, ὡς ἠδικημένους, ἐλεῶν.

Ἀμέλειτοι καὶ τοὺς εὐνούχους, ὡς αὐτῷ καταθυμίους, τῶν βασιλειῶν ἐξέβαλεν. Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐτῆς θανάτῳ ἐζημίωσε. Καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν.

Ἀέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα, καὶ

452
ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς εὖ μάλα γράψας προσεκαλέσατο πρὸς αὐτὸν,

δημόσια ὑποζύγια δεδωκώς. Ἐκ τοιαύτης δὲ αἰτίας καὶ Ἐλεύσιον τὸν Κυζικου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε, ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλεν. Καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τὶς, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος, τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο.