Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν δὲ τῷ τότε καὶ Ἀθανάσιος τὸν πρὸ τούτου χρόνον λανθάνων ὅπη διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς, ἀνεφάνη νύκτωρ ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ τὴν προσδοκίαν συμβάν.

453
Ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων, προστάξαντος τοῦ βασιλέως, σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας,

παρά τινα παρθένον ἱερὰν ἐν Ἀλεξανδρείᾳ ἐκρύπτετο. Ἣν ἐπὶ τοσούτῳ κάλλει τὰς τότε γυναῖκας ὑπερβάλλεσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι: φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. Ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας, σεμνή τε καὶ σώφρων εἰς ἄγαν: ἣ μηδὲ τῆς φύσεως συλλαμβανούσης, διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς εὐπρέπειαν κάλλους.

Ἦ γὰρ ἀληθὲς εἰπεῖν, οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν: ἀλλ̓ ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος

454
ἦθος: καὶ τὸν αὐτὸν, ὅπως ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι, καθ̓ ὃν ἂν ἐπιτηδεύει καιρόν: καὶ τούτῳ μὲν τῷ λόγῳ εἴ τις ἀκριβῶς ἐξετάσειεν,

οὐδεὶς οἶμαι ἀντερεῖ. Ἀθανάσιον δὲ λόγος, κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι, πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν. Καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι, οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι: ἀλλ̓ ὥστε καὶ τοὺς Ἀθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν, ἢ ὀμνύναι ἐβιάσατο: καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα.

Δἰ ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο, καὶ διὰ φρόνησιν ἀπέσωσεν: ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν, καὶ τὰ περὶ τροφὴν καὶ τ̓ ἄλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι: προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο, παῤ ἄλλων κομίζειν. Καὶ ἐπὶ

455
πολλῷ χρόνῳ τούτων γενομένων, μηδένα τῶν κατοικούντων τὴν Ἀλεξανδρέων πόλιν μαθεῖν.

Περὶ τῆς ἀναιρέσεως καὶ τοῦ θριάμβου Γεωργίου τοῦ Ἀλεξανδρείας, διὰ τὰ ἐν τῷ Μιθρίῳ συμβάντα: καὶ οἷα ἔγραψεν Ἰουλιανὸς περὶ τῆς τοιαύτης ὑποθέσεως.

Ὁ μὲν οὖν Ἀθανάσιος ὧδε διασωθεὶς, καὶ ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανεὶς, οὐδ̓ ὅθεν προῆλθεν ἐγινώσκετο: περιχαρὴς δὲ γενόμενος ὁ τῶν Ἀλεξανδρέων λαὸς, τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. Ἐκβληθέντες δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐν ἰδιωτῶν οἰκίαις καθ̓ ἑαυτοὺς ἐκκλησίαζον, Λούκιον ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι.

Γεώργιος δὲ ἔτυχεν ἤδη ἀναιρεθείς: ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ Ἰουλιανὸν εἶναι, ἐστασίασε τὸ Ἑλληνικὸν πλῆθος τῶν Ἀλεξανδρέων: κεκραγότες τε καὶ λοιδορούμενοι ὥρμησαν ἐπ̓ αὐτὸν, ὡς παραχρῆμα ἀναιρήσοντες: ἀνακοπέντες δὲ τῆς παραυτίκα ὁρμῆς,

456

τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. Οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον, ἀναιροῦσιν αὐτόν: καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ̓ αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν.

Οὐκ ἀγνοῶ δὲ, ὡς οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ Ἀθανασίου σπουδαστῶν. Ἐγὼ δὲ τῶν Ἑλληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα: λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν, καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. Ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις: καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο.

Πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον

457
παῤ αὐτοῖς Μίθριον: τοῦτον γαρ τὸν τόπον ἔρημον πάλαι γενόμενον, ἐδωρήσατο Κωνστάντιος τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ.