Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ δένδρου δὲ τῆς καλουμένης Περσίδος ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους, κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν τι τοῖς κάμνουσι προσαπτόμενον.

Λέγεται γὰρ παῤ Αἰγυπτίοις, ἡνίκα διὰ τὸν Ἡρώδην ἔφυγεν ὁ Ἰωσὴφ, παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν θεοτόκον,

516
ἐλθεῖν εἰς τὴν Ἑρμούπολιν: ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην, μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν, ἐπὶ τὸ ἔδαφος κλῖναι καὶ προσκυνῆσαι.

Καὶ ταῦτα μὲν περὶ τούτου τοῦ φυτοῦ παρὰ πολλῶν ἀκούσας, εἶπον: ἡγοῦμαι δὲ ἢ σημεῖον τοῦτο γενέσθαι τῆς ἐν τῇ πολεῖ τοῦ Θεοῦ παρουσίας: ἢ ὡς εἰκὸς, Ἑλληνικῷ νόμῳ διὰ μέγεθος καὶ κάλλος θρησκευόμενον τὸ δένδρον παρὰ τῶν ἐνοικούντων, ἐσείσθη, τοῦ θεραπευομένου δἰ αὐτοῦ δαίμονος φρίξαντος τὸν τῶν τοιούτων καθαιρέτην ἐπιφανέντα: αὐτομάτως σεισθῆναι καὶ πάντα τὰ ξόανα τῶν Αἰγυπτίων ἐπιδημήσαντος τότε αὐτοῖς τοῦ Χριστοῦ κατὰ τὴν Ἡσαΐου προφητείαν.

Ἀπελαθέντος δὲ τοῦ δαίμονος, εἰς μαρτυρίαν τοῦ συμβεβηκότος ἔμεινε τὸ φυτὸν, τοὺς πίστει χρωμένους ἰώμενον. Καὶ τούτων μὲν Αἰγύπτιοι καὶ Παλαιστινοὶ, τοῦ παῤ αὐτοῖς ὄντος ἕκαστοι μάρτυρες.

517

Ὅτι κατὰ Χριστιανῶν πνέων, καὶ Ἰουδαίοις ἀνῆκε τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνιστᾷν: ὦν σπουδῇ πάσῃ ἐπιβαλλομένων χεῖρα, πῦρ ἀναθοροῦν πολλοὺς παραπώλεσε. Καὶ περὶ τῶν τότε φανέντων σταυρικῶν σημείων ἐν τοῖς ἱματίοις τῶν περὶ τὸ ἔργον διαπονουμένων.

Ὁ δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ̓ οὖν Ἰουδαίοις εὔνους ἦν καὶ πρᾷος: καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραψεν, εὔχεσθαι ὑπὲρ

αὐτοῦ, καὶ τῆς αὐτοῦ βασιλείας. Ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν: ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος, καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην: ἀλλ̓ ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ Ἰουδαῖοι: καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν οἷς ἀπηχθάνετο.

Ἴσως δὲ καὶ πρὸς Ἑλληνισμὸν καὶ θυσίας ἑτοιμοτέρως αὐτοὺς ἐπάγεσθαι ᾤετο, πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους,

518
οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ, καὶ αὐτῶν Ἑβραίων οἱ σοφώτεροι. Ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην, οἷς ἐπεχείρησεν.