Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐμοὶ δὲ τῶν ἐπὶ Ἰουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. Ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῆς Φιλίππου, Φοίνισσα δὲ αὕτη πόλις, ἣν Πανεάδα ὀνομάζουσιν, ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο, ἴδιον ἀντέστησε.

Βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν, τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε, καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι

514
κατέβαλε, καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί: καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν τοιοῦτος ἕστηκε, τῆς κεραυνίας αἰθάλης πλήρης.

Τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα, τότε μὲν οἱ Ἑλληνισταὶ σύροντες κατέαξαν: μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες, ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται. Ἀπὸ δὲ τῆς βάσεως ἐφ̓ ᾗ ἵστατο ὁ ἀνδριὰς οὗτος, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδεὶς ἔγνω τῶν ἐν τῇ καθ̓ ἡμᾶς ἰατρῶν ἢ ἐμπείρων.

Ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα, τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος, καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. Ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκὸς, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις, ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα:

καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. Πόλις ἐστὶν ἐν Παλαιστίνῃ ἡ νῦν καλουμένη Νικόπολις. Ταύτην δὲ ἔτι κώμην οὖσαν

515
οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος, καὶ Ἐμμαοῦς προσαγορεύει. Ῥωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων καὶ τὴν κατὰ τῶν Ἰουδαίων νίκην, Νικόπολιν ἀνηγόρευσαν: ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν.

Πρὸ ταύτης τῆς πόλεως, παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τις ἐστὶ σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρωποί τε καὶ τὰ ἄλλα ζῶα διαφόροις νόσοις κάμνοντα.

Λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς, ἐνθάδε τοὺς πόδας ἀπονίψασθαι, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ.