Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λέγεται δὲ ἡνίκα πρὸ τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων

429
πλήρεις φανῆναι: τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον, διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ τῶν ἑπομένων, καθ̓ ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι.

Ἐδόκει δὲ αὐτῷ καὶ πολλοῖς τῶν συνιόντων, οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν: ἡ δὲ δρόσος, ἐκ παρατυχόντος ὧδε τὴν ἐσθῆτα καταστίξαι καθ̓ ἧς ἔτυχε πεσοῦσα. Ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν, τὸ μὲν, ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα, ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον ἔσεσθαι αὐτοῦ τὴν βασιλείαν: τὸ δὲ, προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ σημείῳ τοῦ σταυροῦ κατασημανθῆναι. Ὡς ἔοικε δὲ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας: ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν.

Ἐπεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ̓ αὐτὸν Ἰουλιανὸν, καταλιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο: ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος, ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ

430
Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ: ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς: ἐξ ὧν τρισκαίδεκα σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ̓ ἐκεῖνον.