Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ΚΑΙ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὴν ἐκκλησίαν συνέβη. Ἐν τούτῳ δὲ Ἰουλιανὸς ὁ Καῖσαρ, μάχῃ κρατήσας τῶν παρὰ τὸν Ῥῆνον ποταμὸν βαρβάρων, τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. Λαμπρὸς δὲ τηνικάδε φανεὶς, καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας

428
κεχαρισμένος τοῖς στρατιώταις γεγονὼς,

ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. Μηδὲν δὲ περὶ τούτου, ὡς εἰκὸς, πρὸς Κωνστάντιον παραιτησάμενος, ἄρχοντας μὲν τοὺς ὑπ̓ αὐτοῦ χειροτονηθέντας ἤμειβεν: ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δἰ ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου, εἰς Ῥωμαίους ἤγαγεν. Ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλὼν, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν, καὶ τοῖς Ἑλλήνων ναοῖς ἐφοίτα, καὶ ἔθυε, καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε.

Προσδοκωμένων δὲ Περσῶν Ῥωμαίοις ἐπιθήσεσθαι, καὶ διὰ τοῦτο ἐν Συρίᾳ Κωνσταντίου διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν Ἰλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ̓ αὐτοὺς ὁδοῦ: πρόφασιν ποιούμενος, ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον, ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας καταδέχεσθαι.