Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπενοοῦντο δὲ οἱ ἀμφὶ Ἀκάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι, καὶ προφάσει ταύτῃ τὰς κατ̓ αὐτῶν εὐθύνας ἀναιρεῖν: καθότι πρὶν δἰ ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν,

καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο ταῖς προτέραις ὁμολογίαις. Ἐριστικῶς δὲ πολλῶν κινηθέντων, οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος, καινὴν ἑτέρας πίστεως

393
ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν Ἀντιοχείᾳ δοκιμασθεῖσαν:

ταύτην δὲ μόνην χρῆναι κρατεῖν. Ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ Ἀκάκιον, ἐξανέστησαν: οἱ δὲ ἕτεροι, τότε μὲν ἀνέγνωσαν τὰ ἐν Ἀντιοχείᾳ δόξαντα: τῇ δὲ ὑστεραίᾳ συνελθόντες ἐν τῇ ἐκκλησίᾳ, τὰς θύρας ἀπέκλεισαν: καὶ καθ̓ ἑαυτοὺς γενόμενοι, ἐπεψηφίσαντο τούτοις. Ἀκάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν: ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρικίῳ τὴν σπουδάζομένην αὐτῷ γραφὴν ἐπέδειξε.

Τρίτῃ δὲ πάλιν ἡμέρᾳ, οἱ μὲν ἄλλοι συνῆλθον, Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες. Ἀκάκιος δὲ καὶ οἱ ἀμφ̓ αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ἐξέλθωσιν οἱ πρὸς αὐτῶν καθῃρημένοι καὶ κατηγορηθέντες:

καὶ τοῦτο ἐγένετο. Συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους, ὑπολαβόντες Ἀκάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν Ἀετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν διαφυγεῖν, καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων.

Ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον

394
ἔφη Λεωνᾶς ἔχειν, ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ Ἀκάκιον: τὸ δὲ, πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί: καὶ τοὺς ἄλλους ἐλάνθανεν: ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο, τὰ Ἀκακίου φρονῶν. Ὡς δὲ ἀνεγνώσθη,

θορύβου πλήρης ὁ σύλλογος γέγονεν. Ἐδήλου γὰρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς, ἐπαγόμενοι τινὲς τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν, καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας, ἑτάραξαν τὴν σύνοδον: