Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν: τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. Σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Ἀντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο: ἐπεὶ δὲ τὸ ὁμοούσιον, καὶ τὸ ὁμοιοούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινὲς ἐπιχειροῦσι τὸ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα: διὰ τοῦτο τὸ μὲν ὁμοούσιον

395
καὶ τὸ ὁμοιοούσιον ἐκβάλλειν χρεὼν, ὡς ἀλλότριον γραφῶν: ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον: τὸ δὲ ὅμοιον Υἱοῦ πρὸς Πατέρα σαφῶς ὁμολογεῖν: ἔστι γὰρ, ὥς που φησὶ Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου Θεοῦ.

Ταῦτα προοιμιασάμενοι, ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ, μήτε τοῖς ἐν Ἀντιοχείᾳ δόξασι συνᾴδουσαν: ἀλλ̓ ἁπλῶς οὕτω συγκειμένην, ὡς καὶ τοὺς τὰ Ἀρείου, καὶ Ἀετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ ὧδε πιστεύουσι.

Παραδραμόντες γὰρ τὰ ὀνόματα δἰ ὧν τὴν Ἀρείου δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες: σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ Υἱὸς, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ Πατρὸς, οἷα τῇ ἐν Ἀντιοχείᾳ συνόδῳ εἴρηται: ὡμολόγησαν πιστεύειν εἰς Πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν Υἱὸν, καὶ τὸ ἅγιον

Πνεῦμα. Ἐφ̓ ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισὶ χρησάμενοι, ἃ μήτε αὐτοῖς, μήτε τοῖς ἐναντία δοξάζουσιν ἐμάχοντο, τοὺς ἄλλως πιστεύοντας ἀλλοτρίους

396
τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν: ὑπ̓ αὐτοῦ δὲ Ἀκακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον.

Μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν, ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγὼν, Εἰ τὸ ἑκάστης ἡμέρας, ἔφη, ἰδίαν ἐκτίθεσθαι βούλησιν, πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.

Ἰσχυριζομένου δὲ Ἀκακίου, μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφὴν, εἴγε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη, καὶ μετὰ ταῦτα πολλάκις: ὑπολαβὼν Ἐλεύσιος, Ἀλλ̓ ἡ σύνοδος, ἔφη, συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ̓ ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων: καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς.

Ὧδε προϊούσης τῆς διαλέξεως, ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. Καὶ ἐπυνθάνοντο

397
τῶν ἀμφὶ Ἀκάκιον, κατὰ τί ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ὡμολόγησαν: τῶν δὲ, κατὰ βούλησιν μόνον, οὐ μὴν κατ̓ οὐσίαν εἰπόντων: οἱ μὲν ἄλλοι πάντες καὶ κατ̓ οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. Καὶ τὸν Ἀκάκιον ἤλεγχον διὰ τὸν λόγον ὃν συνεγράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον.