Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ζητήσεως δὲ οὔσης εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος, καὶ Γάϊος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς Ῥωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ Πατρὶ τὸν Υἱὸν

369
κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς ἐπὶ Θεοῦ μὴ ποιεῖσθαι μνήμην.

Ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι: χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι, μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται, διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων: ἄμεινον γὰρ εἶναι, ἀμαθέστερον διαλεγομένους, ὀρθῶς περὶ Θεοῦ δοξάζειν, ἢ καινότητας ὀνομάτων ἐπεισάγειν,

διαλεκτικῆς τερθρείας συγγενεῖς. Ὑπῃνίττοντο δὲ, μᾶλλον καὶ φανερῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα, ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς, καὶ τοῖς πολλοῖς ἀσαφές: ἀντὶ δὲ τούτου, ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν Υἱὸν κατὰ τὰς θείας γραφάς.

Ἐπεὶ δὲ ταῦτα περιέχουσαν καὶ τὴν προκομισθεῖσαν παῤ αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι

370
νεωτέρας πίστεως ἰσχυρίζοντο: ἀλλ̓ ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν: συνεληλυθέναι δὲ νῦν, ἵνα εἴτι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν: εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐξῄτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς, καὶ φανερῶς ἀποκηρύττειν τὸ Ἀρείου δόγμα, ὡς θορύβου αἴτιον εἰσέτι νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχοῦ ἐκκλησίαις.

Ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου, καὶ Δημοφίλου, καὶ Γαΐου, ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων, καὶ τῶν ἐν τῇ Νικαίᾳ συνεληλυθότων: ὥστε τὰς μὲν ἄλλας ἀποκηρῦξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις, καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ̓ ἀρκεῖσθαι τοῖς φθάσασιν.

Ἄτοπον γὰρ εἶναι, ὡς νῦν ἀρχομένους

371
πιστεύειν, τοιαῦτα συγγράφειν, καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν, τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν.

Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.

Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι, προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου: ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ, γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν: ἀΐδιον δὲ λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτεῖσθαι: καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης, ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων, καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.

372

Ἐπεὶ δὲ τάδε ἐν Ἀριμίνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει, σπουδῇ πρὸς βασιλέα παρεγένοντο.

Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον.

Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη, πρέσβεις ἀπέστειλεν: ἔγραψε δὲ δἰ αὐτῶν τάδε, μεταγραφέντα ἐκ τῆς Ῥωμαίων φωνῆς.

Τά τε ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος δογματισθέντα, γενέσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ἐναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον

373
διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται, καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν,

μέχρι τέλους διατηροῦντες. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὦν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας: