Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπίνην δύναμιν καὶ τέχνην, καὶ μέντοι καὶ τόδε. Δράκων ἦν, ἢ ἕτερον

363
ἑρπετοῦ γένος, ὃ πρὸ τῆς ὄψεως τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε: παρὰ γὰρ λεωφόρον ἐφώλευσεν. Ἔνθα δὴ παραγενόμενος Ἀρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε, καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας, ἑαυτὸν ἀνεῖλε. Καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν Ἀρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν.

Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον πάλιν τὰ δόξαντα τῷ βασιλεῖ: οἱ δὲ, ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως, διὰ γραμμάτων ἐδήλωσαν. Ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν, γράφει Βασιλείῳ, πυνθανόμενος ὅ,

τί ποτε χρὴ περὶ τῆς συνόδου ποιεῖν. Ὁ δὲ, ὡς εἰκὸς, ἐπὶ εὐσεβείᾳ δἰ ἐπιστολῆς ἐπαινέσας αὐτὸν, καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν, παροτρύνει ἐπιταχύναι τὴν σύνοδον, καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ

364
εὐσεβείας τῆς σπουδῆς οὔσης: μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας, καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας. Ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν,

ὥστε ἐκεῖ τὰ περὶ τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. Καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε, τεκμῃράμενος ὧδέ πη κέχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. Δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν, τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου χομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς: ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι,

καὶ περὶ τῶν ἀμφιβόλων βουλεύσασθαι, καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. Δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν, καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια, καὶ τὰ δόξαντα ἀφηγήσασθαι: ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν

365
ἀλλήλοις, καὶ περὶ τῶν πρακτέων ὅπη ἂν ἄριστα δοκῇ ἐπιτελέσαι.

Μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν, ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος, καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι. Γράφει δὲ τῷ Βασιλείῳ, δἰ ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων, ὅπη ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν: ὥστε ἔαρος ἀρχομένου, τοῦτο πᾶσι γενέσθαι δῆλον: ἐν Νικαίᾳ γὰρ, ὡς κεκμηκότος τοῦ τῇδε ἔθνους ὑπὸ σεισμῶν,

οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. Ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα, τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι, καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων, παραγίνεται πρὸς βασιλέα Βασίλειος: διέτριβε δὲ τότε ἐν Σιρμίῳ. Καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ̓ ἰδίας χρείας, καὶ Μάρκον τὸν Ἀρεθούσιον, καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς Ἀλεξανδρέων ἐκκλησίας.

Δόξαν δὲ

366
ἤδη ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα, καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει, τῇ τῶν ἀνομοίων αἱρέσει χαίροντες, σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμόν τινα γραφὴν πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα.

Σπουδαζομένης δὲ τῆς συνόδου, λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον, καὶ Οὐρσάκιον καὶ Οὐάλεντα, ὡς τῶν πανταχῆ ἐπισκόπων, οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς Ἀντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνει: καὶ ὡς εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς Ἀετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν, ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν: κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως, ἐν Ἀριμίνῳ συνελθεῖν:

τοὺς δὲ ἀπὸ τῆς ἕω, ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας: ἵνα, ῥᾳδίου ὄντος

367
ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον: εἰ δὲ μὴ, θατέραν: ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. Συνέπραττον δὲ αὐτοῖς ταῦτα, Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν, καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει, χάριν αὐτῷ Εὐσεβίῳ φέροντες.

Περὶ τῶν πραχθέντων τῇ ἐν Ἀριμίνῳ συνόδῳ.

Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην, οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς, εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον: καὶ γράφει τοῖς τότε ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ, τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι: ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίας οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος

368
Ἱεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι: κατηγόρουν γὰρ ἄλλοι ἄλλων: Γεωργίου δὲ Αἰγύπτιοι, ἁρπαγῶν καὶ ὕβρεων: ἐπὶ κεκριμένοις δὲ πᾶσι, δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γεγενημένων.

Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. Καὶ ἔφθανε ἡ ἐν Ἀριμίνῳ συστᾶσα σύνοδος. Ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. Καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν, ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον.