Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Παραλιπόντες γὰρ ἅπερ ἑκάτεροι οὐ προσίεντο, τὰ παῤ ἑκατέρων ὁμολογούμενα τεθείκασιν ὀνόματα ταύτῃ τῇ γραφῇ: συνεῖναι μὲν γὰρ τὸν Υἱὸν τῷ Πατρὶ, καὶ μονογενῆ καὶ Θεὸν εἶναι, καὶ πρὸ πάντων ὑπάρχειν, σάρκα τε ἀνειληφέναι, καὶ τὴν πατρῴαν

237
πεπληρωκέναι βουλὴν, καὶ τὰ ἄλλα ὁμοίως συνωμολόγησαν: πότερον δὲ συναΐδιος ἢ ὁμοούσιός ἐστι τῷ Πατρὶ, ἢ τοὐναντίον, οὐκ ἐνέγραψαν.

Μεταμεληθέντες δὲ, ὡς ἔοικεν, ἐπὶ ταύτῃ τῇ γραφῇ, πάλιν ἑτέραν παρὰ ταύτην ἐξέθεντο: τὰ μὲν ἄλλα, ὡς οἶμαι, συνᾴδουσαν τῷ δόγματι τῶν ἐν Νικαίᾳ συνελθόντων, εἰ μή τις ἐμοὶ ἄδηλος διάνοια τοῖς ῥητοῖς ἀφανῶς ἔγκειται. Οὐκ οἶδα δὲ ἀνθ̓ ὅτου, ὁμοούσιον εἰπεῖν τὸν Υἱὸν παραιτησάμενοι, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τῆς θεότητος ἀπεφῄναντο, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα, καὶ πρωτότοκον πάσης κτίσεως.

Ἐλέγον δὲ ταύτην τὴν πίστιν ὁλόγραφον εὑρηκέναι Λουκιανοῦ, τοῦ ἐν Νικομηδείᾳ μαρτυρήσαντος, ἀνδρὸς τά τε ἄλλα εὐδοκιμωτάτου, καὶ τὰς ἱερὰς γραφὰς εἰς ἄκρον ἠκριβωκότος: πότερον δὲ ἀληθῶς ταῦτα ἔφασαν, ἢ τὴν ἰδίαν γραφὴν σεμνοποιοῦντες τῷ ἀξιώματι τοῦ μάρτυρος, λέγειν οὐκ ἔχω.