Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετέσχον δὲ ταύτης τῆς συνόδου, οὐ μόνον Εὐσέβιος, ὃς μετὰ Παῦλον ἐκβεβλημενον, ἐκ Νικομηδείας

238
μεταστὰς, τὸν Κωνσταντινουπόλεως εἶχε θρόνον: ἀλλὰ καὶ Ἀκάκιος ὁ Εὐσεβίου τοῦ Παμφίλου διάδοχος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Θεόδωρος ὁ Ἡρακλείας, τῆς πρὶν Περίνθου ὀνομαζομένης, Εὐδόξιός τε Γερμανικίας, ὃς ὕστερον μετὰ Μακεδόνιον τὴν Κωνσταντινουπόλεως ἐπετράπη ἐκκλησίαν, καὶ Γρηγόριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας αἱρεθεὶς προστατεῖν. Οἳ δὴ τότε τὰ αὐτὰ φρονεῖν ἀλλήλοις ὡμολόγηντο: ἀλλὰ γὰρ καὶ Διάνιος ὁ παρὰ Καππαδόκαις Καισαρείας ἐπίσκοπος, καὶ Γεώργιος ὁ Λαοδικείας τῆς παρὰ Σύροις, ἄλλοι τε πολλοὶ μητροπολιτικὰς καὶ ἄλλως ἐπισήμους ἐκκλησίας ἐπισκοποῦντες.

Περὶ Εὐσεβίου τοῦ Ἐμεσηνοῦ: καὶ ὡς Γρηγόριος κατέλαβεν Ἀλεξάνδρειαν, Ἀθανάσιος δὲ φυγὼν εἰς Ῥώμην διασώζεται.

Σὺν αὐτοῖς δὲ καὶ Εὐσέβιος ὁ ἐπίκλην Ἐμεσηνός: ὃς τὸ μὲν γένος ἐξ Ἐδέσσης τῆς Ὀσροηνῶν εὐπατρίδης

239
ὑπῆρχεν: ἐκ νέου δὲ κατὰ πάτριον ἔθος τοὺς ἱεροὺς ἐκμαθὼν λόγους, μετὰ ταῦτα καὶ τὰ παῤ Ἕλλησιν ἐξεδιδάχθη παιδεύματα,

διδασκάλοις τοῖς ἐνθάδε τότε οὖσι φοιτήσας. Ὕστερον δὲ ἐξηγηταῖς Εὐσεβίῳ τῷ Παμφίλου, καὶ Πατροφίλῳ τῷ προϊσταμένῳ Σκυθοπόλεως, τὰς θείας βίβλους ἠκρίβωσε. Παραγενόμενός τε εἰς Ἀντιόχειαν, ἐπεὶ συνέβη Εὐστάθιον καθαιρεθῆναι διὰ τὴν Κύρου κατηγορίαν, Εὐφρονίῳ τῷ μετ̓ αὐτὸν συνῆν. Φεύγων δὲ ἱερᾶσθαι, ἀφίκετο εἰς Ἀλεξάνδρειαν: φιλοσόφοις τοῖς τῇδε φοιτήσας, καὶ τὰ ἐκείνων ἀσκηθεὶς μαθήματα, ἐπανῆλθεν εἰς Ἀντιόχειαν, καὶ Πλακήτῳ πάλιν τῷ μετὰ Εὐφρόνιον συνδιέτριβεν.