Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὁ δὲ βασιλεὺς ἀποπέμπει Ἀθανάσιον εἰς Αἴγυπτον: ἔγραψε δὲ περὶ αὐτοῦ τοῖς κατὰ πόλιν ἐπισκόποις

305
καὶ πρεσβυτέροις, καὶ τῷ λαῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, ὀρθότητά τε βίου μαρτυρῶν αὐτῷ καὶ τρόπων ἀρετήν: παρακελευόμενος ὁμονοεῖν, καὶ ὑπὸ πρωτοστάτῃ αὐτῷ εὐχαῖς καὶ ἱκεσίαις τὸ θεῖον θεραπεύειν: εἰ δέ τινες ἐθελοκακοῦντες στασιώδεις ἀναφανεῖεν, τιμωρίαν διδόναι κατὰ τοὺς περὶ τούτων κειμένους νόμους.

Προσέταξε δὲ καὶ τὰ πρότερον παῤ αὐτοῦ γραφέντα κατὰ Ἀθανασίου καὶ τῶν αὐτῷ κοινωνούντων, ἀπὸ τῶν δημοσίων ὑπομνημάτων ἀπαλιφῆναι: καὶ ὡς τὸ πρὶν, ἀτέλειαν ἔχειν λειτουργημάτων τοὺς αὐτοῦ κληρικούς. Καὶ περὶ τούτου πρὸς τοὺς ἀνὰ τὴν Αἴγυπτον καὶ Λιβύην ἄρχοντας ἔγραψε.

Παραγενόμενος δὲ Ἀθανάσιος εἰς Αἴγυπτον, οὓς μὲν ἔγνω τὰ Ἀρείου φρονοῦντας, καθεῖλεν: οἷς δὲ αὐτὸς ἐδοκίμασε, τὰς ἐκκλησίας ἐπέτρεψε, καὶ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου: καὶ σπουδῇ ταύτης ἔχεσθαι ἐνετέλλετο.

306

Λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος, ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς ἐκκλησίαις ὑπὸ τῶν Ἀρείου κατέχεσθαι. Ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις, χειροτονεῖν ἐτόλμησεν.

Οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον, καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. Πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο, καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστινοί: παριόντα γὰρ αὐτὸν τότε δἰ αὐτῶν, εὐμενῶς προσεδέξαντο: καὶ συνόδον ἐν Ἱεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι, ἔγραψαν περὶ αὐτοῦ τάδε.