Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα, τοῖς

307
ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν.

Κατ̓ ἀξίαν τῷ τῶν ὅλων Θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοὶ, ἐφ̓ οἶς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. Τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ̓ ἀληθῶς αἱ εὐχαὶ ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων Θεῷ, τῷ κηδομένῳ τῆς ἐκκλησίας αὐτοῦ, καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς,

καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν ἐπακούσαντι. Ἦτε γὰρ ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα, μὴ ἔχοντα ποιμένα. Καὶ διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐποθεῖτε.

Ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες, καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ, προλαβόντες αὐτὸν ἠσπασάμεθα: καὶ κοινωνήσαντες δἰ αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα,

308
καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχὰς, ἵν̓ εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ ἡμᾶς ἡνῶσθαι.

Ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι: οἵ τινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα, ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης τιμῆς κατηξίωσαν.