Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τὸ δὲ κατ̓ οὐσίαν ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζειν, παντελῶς οὐδεὶς ἠθέλησεν εἰσότε περὶ τούτου Ἀέτιος χαλεπῶς ἤνεγκε. Καὶ ἐπὶ ἀναιρέσει τοῦ τοιούτου δόγματος, ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ προσέταξε κατὰ τὸν αὐτὸν χρόνον τοὺς ἱερέας συνελθεῖν. Ὥστε τὴν ἀληθῆ αἰτίαν ταυτησὶ τῆς συνόδου γενέσθαι, οὐ τὴν Κωνσταντίνου κέλευσιν, ἀλλὰ τὴν κατ̓ Ἀέτιον ζήτησιν. Ὅτι μὲν οὖν τάδε ὧδε ἔχει, καὶ τὰ ἑξῆς ἐπιδείξει.

Ὡς γράμμασι Κωνσταντίου πάλιν Ἀθανάσιος κάτεισι, καὶ τὸν θρόνον λαμβάνει: καὶ περὶ τῶν τῆς Ἀντιοχείας ἀρχιερέων: καὶ περὶ τῶν Κωνσταντίου πρὸς αὐτὸν ζητημάτων: καὶ περὶ τῆς ἐν ὕμνοις δοξολογίας.

Ὁ δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν,

301
ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας. Ὡς δὲ ἀνεβάλλετο,

πάλιν ἔγραψεν, ἢ δέχεσθαι τοὺς ἄνδρας, ἢ πρὸς πόλεμον παρασκευάσασθαι. Κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις, εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην. Μετακαλεῖται δὲ Ἀθανάσιον ἐκ τῆς Ἰταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον, καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν.

Ἀθανάσιος δὲ ἐν Ἀκυλίᾳ τότε διάγων, δεξάμενος τὰ Κωνσταντίου γράμματα, ἧκεν εἰς Ῥώμην, τοῖς ἀμφὶ τὸν Ἰούλιον συνταξόμενος. Ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν, ἐπιστολὴν δοὺς πρὸς τὸν Ἀλεξανδρέων κλῆρον καὶ λαὸν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν, ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον, καὶ συνηδομένην τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως ἐπανόδῳ, καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην.

Ἐντεῦθέν τε ἧκεν εἰς Ἀντιόχειαν

302
τῆς Συρίας, ὅπου τότε διέτριβεν ὁ βασιλεύς: τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος: μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν, οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχείας ἐπετρόπευον θρόνον: πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος, καὶ ἐφεξῆς Στέφανος. Ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος, Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν. Ὅν ὡς ἑτερόδοξον παρῃτεῖτο Ἀθανάσιος: τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει, ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων.