Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὦν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν: καὶ χαλεπῄνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν.

Ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προανεφάνη

299
τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. Ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς, καὶ πυθέσθαι τί δήποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς.

Τοὺς δὲ φᾶναι, οὐκ ἀπὸ γνώμης συναινέσαι: δεδιότας δὲ μὴ, ὡς εἰκὸς, ἔριδος ἐπὶ τούτῳ γενομένης, καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος, καὶ πρὸς Ἑλληνισμὸν τραποίη, καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. Ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην αὐτοῖς νεῖμαι: προνοῆσαι δὲ πάλιν ἑτέραν συναθροῖσαι σύνοδον.

Ἐν δὲ τῷ ταῦτα βουλεύεσθαι φθασάσης τῆς αὐτοῦ τελευτῆς, οἷα πρεσβυτέρῳ παιδὶ ἐντείλασθαι Κωνσταντίῳ τοῦτο ἐπιτελέσαι, ὡς οὐδὲν ὄφελος ὂν αὐτῷ βασιλείας, εἰ μὴ συμφώνως πρὸς πάντων τὸ θεῖον θρησκεύοιτο. Τὸν δὲ τῷ πατρὶ πειθόμενον, τὴν ἐν Ἀριμίνῳ συγκροτῆσαι σύνοδον.

Ἧι μάλιστα τὸ

300
ψεῦδος φωρᾶται. Συνεληλύθασι γὰρ Ὑπατίου καὶ Εὐσεβίου ὑπατευόντων, ἡνίκα ἀμφὶ τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος ἐν τῇ ἡγεμονίᾳ διήνυε Κωνστάντιος μετὰ τὴν τοῦ πατρὸς τελευτήν: πολλῶν ἐν τῷ μεταξὺ συνόδων γενομένων, ἐν αἷς περὶ ὁμοουσίου καὶ ὁμοιουσίου ζήτησις ἦν.