Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ εἰσέτι νῦν δημοσίᾳ ἵδρυνται κατὰ τὰς ἀγυιὰς καὶ τὸν ἱππόδρομον καὶ τὰ βασίλεια. Τὰ μὲν, τοῦ Πυθίας ἦν μαντείου Ἀπόλλωνος, καὶ Μοῦσαι αἱ

122
Ἑλικωνιάδες, καὶ οἱ ἐν Δελφοῖς τρίποδες, καὶ ὁ Πὰν ὁ βοώμενος, ὃν Παυσανίας ὁ Λακεδαιμόνιος καὶ αἱ Ἑλληνίδες πόλεις ἀνέθεντο μετὰ τὸν πρὸς Μήδους πόλεμον. Νεὼ δὲ οἱ μὲν θυρῶν, οἱ δὲ ὀρόφων ἐγυμνώθησαν: οἱ δὲ καὶ ἄλλως ἀμελούμενοι, ἠρείποντό τε καὶ διεφθείροντο.

Κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν, ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας Ἀσκληπιοῦ ναὸς, καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης περὶ τὸν Λίβανον τὸ ὄρος, καὶ Ἄδωνιν τὸν ποταμόν. Ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην, καὶ σεβασμίω τοῖς πάλαι. Καθότι Αἰγεάται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παῤ αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος. Ἐν Ἀφάκοις δὲ, κατ̓ ἐπίκλησιν τινὰ καὶ ῥητὴν ἡμέραν, ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαΐσσον, καθάπερ ἀστὴρ, εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. Ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν Ἀφροδίτην καλοῦντες.

Τούτων οὕτω συμβάντων, κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. Οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῆ ἐρριμμένα,

123
καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες, εἰς καταφρόνησιν ἦλθον τῶν πρότερον σεβασμίων, καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο. Οἱ δὲ, ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς, ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤδη μιμήσασθαι. Ἄλλοι δὲ, καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος, ἢ σημείοις, ἢ ὀνείρασιν, ἢ ἐπισκόπων ἢ μοναχῶν συνουσίαις, ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν.