Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπειδὴ δὲ πολλοὶ δῆμοι καὶ πόλεις ἀνὰ πᾶσαν τὴν ὑπήκοον, εἰσέτι δεῖμα καὶ σέβας ἔχοντες τῆς περὶ τὰ ξόανα φαντασίας, ἀπεστρέφοντο τὸ δόγμα τῶν Χριστιανῶν, ἀρχαιότητός τε ἐπεμελοῦντο, καὶ τῶν πατρίων ἐθῶν καὶ πανηγύρεων, ἀναγκαῖον αὐτῷ ἐφάνη παιδεῦσαι τοὺς ἀρχομένους ἀμελεῖν τῶν θρησκευομένων. Εἶναι δὲ τοῦτο εὐπετὲς, εἰ πρῶτον αὐτοὺς ἐθίσειε καταφρονεῖν τῶν ναῶν καὶ τῶν ἐν αὐτοῖς ἀγαλμάτων.

Ἐννοηθέντι δὲ ταῦτα, στρατιωτικῆς χειρὸς οὐκ ἐδέησεν. Ἀλλ̓ ἄνδρες Χριστιανοὶ ἐν τοῖς βασιλείοις ἐπετέλουν

121
τὰ δόξαντα, διαβάντες τὰς πόλεις ἅμα γράμμασι βασιλικοῖς. Οἱ μὲν γὰρ δῆμοι, περὶ αὐτῶν καὶ παίδων καὶ γυναικῶν δεδιότες μήτι κακὸν πάθωσιν ἐναντιούμενοι, ἡσυχίαν ἦγον. Γυμνωθέντες δὲ τῆς τοῦ πλήθους ῥοπῆς οἱ νεωκόροι καὶ οἱ ἱερεῖς προὔδωκαν τὰ παῤ αὐτοῖς τιμιώτατα, καὶ τὰ διοπετῆ καλούμενα: καὶ δἰ ἑαυτῶν ταῦτα προῆγον ἐκ τῶν ἀδύτων καὶ τῶν ἐν τοῖς ναοῖς κρυφίων μυχῶν.

Βατά τε λοιπὸν ἦν τοῖς θέλουσι τὰ πρὶν ἄβατα καὶ τοῖς ἱερεῦσι μόνοις ἐγνωσμένα: τῶν δ̓ αὖ ξοάνων τὰ ὄντα τιμίας ὕλης, καὶ τῶν ἄλλων ὅσον ἐδόκει χρήσιμον εἶναι, πυρὶ διεκρίνετο, καὶ δημόσια ἐγίνετο χρήματα: τὰ δὲ ἐν χαλκῷ θαυμασίως εἰργασμένα, πάντοθεν εἰς τὴν ἐπώνυμον πόλιν τοῦ αὐτοκράτορος μετεκομίσθη πρὸς κόσμον: