Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἀνελόμενοι ἔθαψαν. Οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων: καὶ μὴ μεταθέμενοι τῆς γνώμης, πάλιν ἐν δεσμοῖς ἐγένοντο. Σὺν αὐτοῖς δὲ ἦν καὶ Ἀειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας, καὶ νεκρὰς μόνον καὶ ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.

Ἐπὶ ταύτης τῆς ἡγεμονίας μαρτύρια

149
τοῦ βίου περιέστησαν, πρεσβυτέρων τε καὶ διακόνων, καὶ μοναχῶν καὶ ἱερῶν παρθένων, καὶ τῶν ἄλλων περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων, καὶ περὶ τὸ δόγμα διακειμένων, πλῆθος ἀναρίθμητον.

Ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιος καὶ Ἰωάννης καὶ Ὁρμίσδας, Πάπας τε καὶ Ἰάκωβος, καὶ Ῥώμας καὶ Μαάρης καὶ Ἄγας καὶ Βόχρης καὶ Ἀβδᾶς καὶ Ἀβδιησοῦς, Ἰωάννης τε καὶ Ἀβράμιος, καὶ Ἀγδελᾶς καὶ Σαβώρης καὶ Ἰσαὰκ, καὶ Δαῦσας, ὃς αἰχμάλωτος ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου, χωρίου ὧδε προσαγορευομένου, κατ̓ ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν, ἅμα Μαρεάβδῃ χωρεπισκόπῳ, καὶ κληρικοῖς τοῖς ὑπ̓ αὐτὸν, ἀμφὶ

150
διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι συνελήφθησαν.

Περὶ τοῦ μαρτυρίου τοῦ ἐπισκόπου Μίλλου, καὶ τῆς πολιτείας αὐτοῦ: καὶ ὅτι Σαβώρης μυρίους ἑξακισχιλίους ἐπισήμους ἐν Περσίδι ἐμαρτύρισεν, ἄνευ τῶν ἀσήμων ἀνθρώπων.

Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Μίλλης ἐμαρτύρησεν: ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο. Μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν, τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε. Λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος γεγονὼς πολλὰ πολλάκις παθεῖν, καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς. Ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν, ἐπηράσατο τῇ πόλει, καὶ ἀνεχώρησε.