Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Ἀκεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο, καὶ πολλοὺς τῶν ὑπ̓ αὐτὸν κληρικῶν. Ἐπιλογισάμενοι δὲ, τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν: τοὺς δὲ ἄλλους ἀφῆκαν, τὰς οὐσίας αὐτῶν ἀφελόμενοι.

Ἰάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ἀκεψιμᾷ, καὶ δεηθεὶς τῶν Μάγων, ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν: καὶ οἷα γηραλέῳ προθύμως ὑπηρετεῖτο, καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. Μετ̓ οὐ πολὺ γὰρ τῆς συλλήψεως, ἱμάσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ Μάγοι, βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον: ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν ἐν δεσμοῖς εἶχον.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ καὶ Ἀειθαλᾶς καὶ Ἰάκωβος πρεσβύτεροι, Ἀζαδάνης τε καὶ Ἀβδιησοῦς διάκονοι, διὰ δόγμα δεσμωτήριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν Μάγων μαστιγωθέντες. Χρόνου δὲ πολλοῦ παρελθόντος,

148
ἐκοινώσατο περὶ αὐτῶν τῷ βασιλεῖ ὁ μέγας ἀρχιμάγος. Καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτοὺς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι, δήλην τοῖς ἐν δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν.

Ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο, μήποτε σφᾶς προδότας γενέσθαι τοῦ Χριστοῦ, μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. Καὶ Ἀκεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρείως διαμείνας ἐτελεύτησε. Τινὲς δὲ τῶν ἐξ Ἀρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα