Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἦσαν δὲ ἐπίσκοποι ὑπὲρ ἀμφὶ τριακόσιοι εἴκοσι: πρεσβυτέρων τε καὶ διακόνων ὡς εἰκὸς ἑπομένων οὐκ ἦν ὀλίγον πλῆθος. Συμπαρῆσαν δὲ αὐτοῖς ἄνδρες διαλέξεων ἔμπειροι, ἐκείνοις βοηθεῖν λόγοις σπουδάζοντες. Οἷα δὲ φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἱερέων, ὡς ὑπὲρ ἰδίων πραγμάτων ἀγωνίσασθαι συνελθόντες, καιρὸν ἔχειν ἐνόμισαν τῆς τῶν λυπούντων διορθώσεως: καὶ περὶ ὧν ἕκαστος τῶν ἄλλων ἐμέμφετο, βιβλίον ἐπιδοὺς βασιλεῖ, τὰ εἰς αὐτὸν ἡμαρτημένα προσήγγελλεν.

Ἐπεὶ δὲ ἐφ̓ ἑκάστης εὐχερῶς τοῦτο συνέβαινε, προσέταξεν ὁ βασιλεὺς εἰς ῥητὴν ἡμέραν ἕκαστον περὶ ὧν ἐνεκάλει δῆλον ποιεῖν. Ἀφικομένης

82
δὲ τῆς προθεσμίας, τὰ ἐπιδοθέντα βιβλία δεξάμενος, Αὗται μὲν, ἔφη, αἱ κατηγορίαι καιρὸν οἰκεῖον ἔχουσι τὴν ἡμέραν τῆς μεγάλης κρίσεως, δικαστὴν δὲ, τὸν μέλλοντα πᾶσι τότε κρίνειν: ἐμοὶ δὲ οὐ θεμιτὸν ἀνθρώπῳ ὄντι, τοιαύτην εἰς ἑαυτὸν ἕλκειν ἀκρόασιν, ἱερέων κατηγορούντων καὶ κατηγορουμένων: ἥκιστα γὰρ χρὴ τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παῤ ἑτέρου κρίνεσθαι. Ἄγε οὖν, μιμησάμενοι τὴν θείαν φιλανθρωπίαν ἐν τῇ πρὸς ἀλλήλους συγγνώμῃ, ἀπαλειφθέντων τῶν κατηγορημένων, πεισώμεθα, καὶ τὰ περὶ τῆς πίστεως σπουδάσωμεν, οὗ ἕνεκεν δεῦρο συνεληλύθαμεν.

Ταῦτα εἰπὼν ὁ βασιλεὺς, τὴν ἑκάστου γραφὴν ἀργεῖν, καὶ τὰ βιβλία καυθῆναι προσέταξε: καὶ ἡμέραν ὥρισε, καθ̓ ἣν ἐχρῆν λῦσαι τὰ ἀμφισβητούμενα.

Πρὸ δὲ τῆς προθεσμίας συνιόντες

83
καθ̓ ἑαυτοὺς οἱ ἐπίσκοποι, μετακαλοῦνται τὸν Ἄρειον: καὶ προτιθεμένων εἰς τὸ κοινὸν ὧν ἐδόξαζον, διελέγοντο. Οἷα δὲ εἰκὸς, εἰς διαφόρους ζητήσεις περιισταμένης τῆς διασκέψεως, οἱ μὲν, μὴ νεωτερίζειν παρὰ τὴν ἀρχῆθεν παραδοθεῖσαν πίστιν συνεβούλευον, καὶ μάλιστα οἷς τὸ τῶν τρόπων ἁπλοῦν ἀπεριέργως εἰσηγεῖτο προσίεσθαι τὴν εἰς τὸ θεῖον πίστιν. Οἱ δὲ ἰσχυρίζοντο, μὴ χρῆναι ἀβασανίστως ταῖς παλαιοτέραις δόξαις ἕπεσθαι.