Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλεξάνδρῳ μὲν οὖν καὶ Ἀρείῳ πῆ μὲν μεμφόμενος πῆ δὲ συμβουλεύων τοιάδε ἔγραψε. Χαλεπῶς δὲ ἔφερε, πυνθανόμενος τινὰς ἐναντίως πᾶσι τὴν τοῦ Πάσχα ἄγειν ἑορτήν. Τηνικαῦτα γὰρ ἐν ταῖς πρὸς ἕω πόλεσι διαφερόμενοί τινες περὶ τοῦτο, τῆς μὲν πρὸς ἀλλήλους οὐκ ἀπείχοντο κοινωνίας. Ἰουδαϊκώτερον δὲ τὴν ἑορτὴν ἦγον, καὶ ὡς εἰκὸς τῇ περὶ τούτου διχονοίᾳ,

τὴν λαμπρότητα τῆς πανηγύρεως ἔβλαπτον. Κατ̓ ἀμφότερα τοίνυν ἀστασίαστον εἶναι τὴν ἐκκλησίαν ἐσπούδαζε: νομίσας τε δύνασθαι προκαταλαβεῖν τὸ κακὸν, πρὶν εἰς πλείους χωρῆσαι, πέμπει ἄνδρα τὸν ἀμφ̓ αὐτὸν πίστει καὶ βίῳ ἐπίσημον, καὶ ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ἐν τοῖς πρόσθεν χρόνοις εὐδοκιμηκότα, διαλλάξοντα τοὺς ἐν Αἰγύπτῳ διὰ τὸ δόγμα στασιάζοντας, καὶ

80
τοὺς πρὸς ἕω περὶ τὴν ἑορτὴν διαφερομένους: ἦν δὲ οὗτος Ὅσιος ὁ Κορδούβης ἐπίσκοπος.

Περὶ τῆς ἐν Νικαίᾳ ἀθροισθείσης συνόδου δἰ Ἄρειον.

Ἐπεὶ δὲ παῤ ἐλπίδας ἐχώρει τὸ πρᾶγμα, καὶ κρείττων ἦν διαλλαγῶν ἡ ἔρις, ἄπρακτός τε ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος, συνεκάλεσε σύνοδον εἰς Νίκαιαν τῆς Βιθυνίας, καὶ πανταχῆ τοῖς προεστῶσι τῶν ἐκκλησιῶν ἔγραψεν, εἰς ῥητὴν ἡμέραν παρεῖναι.

Ἐκοινώνουν δὲ τούτου τοῦ συλλόγου, τῶν μὲν ἀποστολικῶν θρόνων, Μακάριος ὁ Ἱεροσολύμων, καὶ Εὐστάθιος ἤδη τὴν Ἀντιοχείας τῆς πρὸς τῷ Ὀρρόντῃ ἐκκλησίαν ἐπιτραπεὶς, καὶ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας τῆς πρὸς τὴν Μαρείαν λίμνην. Ἰούλιος δὲ ὁ Ῥωμαίων ἐπίσκοπος, διὰ γῆρας ἀπελιμπάνετο: παρῆσαν δὲ ἀντ̓ αὐτοῦ Βίτων καὶ Βικέντιος πρεσβύτεροι τῆς αὐτῆς ἐκκλησίας. Ἐπὶ τούτοις δὲ, καὶ

81
ἄλλοι πλεῖστοι καλοὶ καὶ ἀγαθοὶ ἐκ διαφόρων ἐθνῶν συνῆλθον: οἱ μὲν νοεῖν καὶ λέγειν ἱκανοὶ, εἰδήσει τε τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης παιδεύσεως ἐπίσημοι, ἐν ἀρετῇ βίου διαπρέποντες: οἱ δὲ, κατ̓ ἀμφότερον εὐδοκιμοῦντες.