Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη, καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ: μόνα γὰρ μιάσματα

55

ἡγεῖται τὰ ἁμαρτήματα. Κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων, καὶ, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα, οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης, τῆς προαιρέσεως μεθίσταται, οὔτε ὑβριζομένη ἀνιᾶται, οὔτε κακῶς πάσχουσα ἀμύνεται, οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων ἐκπιεζομένη καταπίπτει. Μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾷον, καὶ τὸ ὀλίγων δεῖσθαι δἰ ὅλου τοῦ βίου ἀσκοῦσα, καὶ, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω Θεῷ γινομένη.

Ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη, οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται, οὔτε πέρα τῆς κατεπειγούσης χρείας, τῶν παρόντων προνοεῖ: ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα, καραδοκεῖ τὴν ἐντεῦθεν μακαριότητα, καὶ συντέτακται ἀεὶ πρὸς τὴν εὐδαίμονα

56

λῆξιν. Ἀναπνέουσα δὲ διαπαντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν, αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. Ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως, καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει, καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει.

Ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι: προνοητικὴ φίλων καὶ ξένων ἐστὶ, καὶ τὰ οἰκεῖα, κοινὰ ποιεῖται τῶν δεομένων, καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα, καὶ λυπουμένους παραμυθουμένη: καθόλου δὲ σπουδάζουσα, καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα, λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι, καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίρους παιδεύει, καὶ ὥσπερ φαρμάκοις

57
τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. Λογικὴ γὰρ οὖσα, παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν, καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μὲν, ὥς τινες λέγουσιν, Ἡλίας ὁ προφήτης, καὶ Ἰωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος, ἐν τοῖς κατ̓ αὐτὸν χρόνοις ἱστορεῖ, τοὺς πανταχόθεν Ἑβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρείαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. Οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ διαγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν.

Γράφει γὰρ, ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι, καὶ πράγμασι

58
καὶ ἐπιμιξίαις ἀπαγορεύοντας, ἔξω τειχῶν ἐν μοναγρίαις καὶ ἐν κήποις διατρίβειν: οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερὰ, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν: ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν: καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων: καὶ λοιπὸν, ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι: ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον, καὶ ποτὸν ὕδωρ: γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους,

δἰ ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν ἀσκούσας. Καὶ ὁ μὲν Φίλων ὧδέπη ἱστορῶν, ἔοικεν ὑποφαίνειν τοὺς κατ̓ αὐτὸν ἐξ Ἑβραίων χριστιανίσαντας ἔτι Ἰουδαϊκώτερον βιοῦντας, καὶ τὰ ἐκείνων ἔθη φυλάττοντας.

59
Παῤ ἄλλοις γὰρ οὐκ ἔστιν εὑρεῖν ταύτην τοῦ βίου τὴν διαγωγήν. Ὅθεν συμβάλλω, ἐξ ἐκείνου παῤ Αἰγυπτίοις ἀκμάσαι ταυτηνὶ τὴν φιλοσοφίαν. Ἄλλοι δέ φασιν αἰτίαν ταύτῃ παρασχεῖν τοὺς κατὰ καιρὸν τῇ θρησκείᾳ συμβάντας διωγμούς. Ἐπεὶ γὰρ φεύγοντες ἐν ὄρεσι καὶ ἐρημίαις καὶ νάπαις τὰς διατριβὰς ἐποιοῦντο, ἐθάδες τοῦ βίου τούτου ἐγένοντο.

Περὶ τοῦ μεγάλου Ἀντωνίου, καὶ τοῦ ἁγίου Παύλου τοῦ ἁπλοῦ.

Ἀλλ̓ εἴτε Αἰγύπτιοι εἴτε ἄλλοι τινὲς ταύτης προὔστησαν ἐξ ἀρχῆς τῆς φιλοσοφίας, ἐκεῖνο γοῦν παρὰ πᾶσι συνωμολόγηται, ὡς εἰς ἄκρον ἀκριβείας καὶ τελειότητος ἤθεσι, καὶ γυμνασίοις τοῖς πρέπουσιν, ἐξήσκησε ταυτηνὶ τοῦ βίου τὴν διαγωγὴν Ἀντώνιος ὁ μέγας μοναχός: ὃν τηνικαῦτα διαπρέποντα ἐν ταῖς κατ̓ Αἴγυπτον ἐρημίαις, κατὰ κλέος τῆς τοῦ ἀνδρὸς ἀρετῆς φίλον ἐποιήσατο Κωνσταντῖνος ὁ βασιλεὺς, καὶ γράμμασιν ἐτίμα, καὶ περὶ ὧν ἐδεῖτο, γράφειν προὐτρέπετο.

Ἐγένετο δὲ οὗτος Αἰγύπτιος τῷ γένει,

60
τῶν εὐπατριδῶν, ἀπὸ Κομᾶ. Κώμη δὲ αὕτη ὁμοῦ Ἡρακλείας τῆς παῤ Αἰγυπτίοις ἄκρασι. Βούπαις δὲ καταλειφθεὶς ὀρφανὸς, τοὺς μὲν πατρῴους ἀγροὺς ἐδωρήσατο τοῖς κωμήταις: τὴν δὲ ἄλλην οὐσίαν διαθεὶς, τὸ τίμημα τοῖς πενομένοις διένειμε. Σπουδαίου γὰρ εἶναι φιλοσόφου κατεῖδεν, μὴ μόνον ἑαυτὸν γυμνῶσαι χρημάτων, ἀλλὰ καὶ εἰς δέον ταῦτα ἀναλῶσαι.

Συγγενόμενος δὲ τοῖς κατ̓ αὐτὸν σπουδαίοις, τὰς πάντων ἐζήλωσεν ἀρετάς: δοκιμάσας δὲ τὸν ἀγαθὸν βίον ἡδὺν ἔσεσθαι τῇ συνηθείᾳ καὶ χαλεπὸν ὄντα τὰ πρῶτα, τρόπους περινοῶν συντονωτέρας ἀσκήσεως, ὁσημέραι ἐπεδίδου τῇ ἐγκρατείᾳ: καὶ, ὡς ἀεὶ ἀρχόμενος, ἀνενέου τὴν προθυμίαν: ταῖς μὲν ταλαιπωρίαις

61
τοῦ σώματος τὰς ἡδονὰς κολάζων, θεοσόφῳ δὲ προαιρέσει τοῖς πάθεσι τῆς ψυχῆς ἀντιτασσόμενος.