Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἦν δὲ αὐτῷ τροφὴ μόνος ἄρτος καὶ ἅλας ὕδωρ δὲ ποτόν: καὶ ἀρίστου καιρὸς δυόμενος ἥλιος. Πολλάκις δὲ δύο καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος. Ἠγρύπνει δὲ, ἀεὶ μὲν, ὡς εἰπεῖν, ὁλοκλήρους νύκτας: καὶ εὐχόμενος, τῆς ἡμέρας ἐφήπτετο: εἰ δ̓ ἄρα καὶ ὕπνου ἐγεύσατο, ἐπὶ ῥιπὸς ἀκαριαῖον ἐκάθευδε. Τὰ πολλὰ δὲ καὶ χαμαὶ κείμενος, αὐτὴν μόνην τὴν γῆν στρωμνὴν ἐποιεῖτο.

Ἐλαίου τὲ τὴν ἀλοιφὴν, καὶ λουτρῶν καὶ παραπλησίων τὴν χρῆσιν παρῃτεῖτο, ὡς ὑγρότητι τὸ σύντονον τοῦ σώματος εἰς τὸ χαῦνον μεταβάλλουσαν. Φασὶ δὲ μήτε γυμνὸν ἑαυτὸν θεασάμενόν πωποτε. Γράμματα δὲ οὐδὲ ἠπίστατο οὐδὲ ἐθαύμαζεν: ἀλλὰ νοῦν ἀγαθὸν ὡς πρεσβύτερον τῶν γραμμάτων, καὶ αὐτὸν τούτων εὑρετὴν ἐπῄνει.

Ἐγένετο δὲ πρᾷος ταμάλιστα καὶ φιλανθρωπότατος καὶ ἐχέφρων καὶ ἀνδρεῖος, χαρίεις τε τοῖς ἐντυγχάνουσι, καὶ ἄλυπος οἷς διελέγετο, εἰ καὶ ἐριστικῶς τὰς διαλέξεις ἐποιοῦντο.

62
Σοφῶς γάρ πως τῷ οἰκείῳ ἤθει, καὶ ἐπιστήμῃ τινὶ φιλονεικίαν αὐξομένην κατέπαυε, καὶ πρὸς τὸ μέτρον μετετίθει: καὶ τῶν ὁμιλούντων αὐτῷ τὸν τόνον ἐκίρνα,

καὶ τοὺς τρόπους ἐρύθμιζε. Διὰ τοσούτων δὲ ἀρετῶν ἔμπλεως θείας προγνώσεως γεγονὼς, οὐχ ἡγεῖτο ἀρετὴν, προειδέναι τὸ μέλλον: καὶ κατὰ τοῦτο μὴ πονεῖν εἰκῆ περὶ τοῦτο συνεβούλευεν: οὔτε τὸν ἀγνοοῦντα τὰ ἐσόμενα εὐθύνας ὑφέξειν, οὔτε τὸν εἰδότα παρὰ τοῦτο ζηλωτὸν ἔσεσθαι ἀποφαινόμενος. Τὸ γὰρ ἀληθῶς μακάριον ὑπάρχειν, ἐν τῷ σέβειν τὸν Θεὸν εἶναι, καὶ τοὺς νόμους αὐτοῦ φυλάττειν. Εἰ δὲ καὶ τούτου, φησὶ, μέλει τῳ, καθαρευέτω τὴν ψυχήν: τουτὶ γὰρ δύνασθαι διορατικὴν αὐτὴν ποιεῖν, καὶ τῶν ἐσομένων ἐπιστήμονα, τοῦ Θεοῦ τὸ μέλλον προαναφαίνοντος.

Ἀργεῖν δὲ οὔτε αὐτὸς ἠνείχετο, καὶ τὸν μέλλοντα καλῶς βιοῦν, ἐργάζεσθαι παρεκελεύετο, καὶ καθ̓ ἑαυτὸν ἀνακρίνειν, καὶ λόγον τιθέναι ὧν ἐποίησε νύκτωρ

63
καὶ καθ̓ ἡμέραν: εἰ δέ τι μὴ δέον πέπραχεν, ἀναγράφεσθαι τοῦτο, ἵνα τοῦ λοιποῦ φείδηται τῶν ἁμαρτημάτων, ἑαυτὸν αἰδούμενος εἰ πολλὰ εὕροι γεγραμμένα: ἅτε δεδιὼς, μὴ φωραθείσης αὐτῷ τῆς γραφῆς,

κατάδηλος ἄλλοις γένηται μοχθηρὸς ὤν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τὰς προστασίας τῶν ἀδικουμένων, εἰ καί τις ἄλλος, ὑπερφυῶς σπουδαιότατος ἐγένετο: καὶ τούτων ἕνεκα, πολλάκις εἰς τὰς πόλεις ἐφοίτα. Παροδυρόμενοι γὰρ αὐτῷ πολλοὶ, ἐβιάζοντο πρεσβεύειν ὑπὲρ αὐτῶν πρὸς τοὺς ἄρχοντας καὶ τοὺς ἐν τέλει: πολλοῦ γὰρ ἂν ἕκαστος ἐτιμήσατο ἰδεῖν αὐτὸν, καὶ λαλοῦντος ἀκοῦσαι, καὶ κελεύοντι πειθαρχῆσαι, ἐπεὶ καὶ τηλικοῦτος ὢν, ἐσπούδαζεν ἀγνοεῖσθαι καὶ ἐν ταῖς ἐρημίαις λανθάνειν.

Εἰ δὲ καὶ βιασθεὶς ποτὲ εἰς πόλιν ἦλθεν ἐπικουρῆσαι δεομένοις, διαθεὶς ὅτου χάριν παρεγένετο, αὐτίκα ἐπὶ τὴν ἔρημον ἐπανῄει. Τοὺς μὲν γὰρ ἰχθύας ἔλεγε τὴν ὑγρὰν οὐσίαν τρέφειν: μοναχοῖς δὲ κόσμον φέρειν τὴν ἔρημον: ἐπίσης τε τοὺς μὲν ξηρᾶς ἁπτομένους τὸ ζῇν ἀπολιμπάνειν, τοὺς δὲ

64
τὴν μοναστικὴν σεμνότητα ἀπολλύειν τοῖς ἄστεσι προσιόντας. Πειθήνιον δὲ καὶ κεχαρισμένον τοῖς ὁρῶσιν ἑαυτὸν παρέχων, ἐπεμελεῖτο μήτε φύσιν ὑπερορῶσαν ἔχειν, μήτε δοκεῖν εἶναι τοῦτο.

Ἀλλὰ ταῦτα μὲν μικρὰ ἄττα τῶν Ἀντωνίου πολιτευμάτων εἰπεῖν προήχθην, ἵν̓ ὑποδείγμασι χρώμενοι τοῖς εἰρημένοις, ἀναλογισώμεθα τοῦ ἀνδρὸς τὴν φιλοσοφίαν. Πλείστους δὲ καὶ εὐδοκιμωτάτους μαθητὰς ἔσχεν: ὧν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, οἱ δὲ ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ Ἀραβίᾳ διέπρεψαν. Καὶ ἕκαστος οὐχ ἧττον ἢ ὁ διδάσκαλος, παῤ οἷς διέτριβε διεβίω τε καὶ ἐπολιτεύσατο, καὶ πολλοὺς ἐπαίδευσε, καὶ εἰς τὴν ὁμοίαν ἀρετὴν καὶ φιλοσοφίαν ἤγαγεν.

Ὥστε ἔργον εἶναι, κατὰ πόλεις καὶ χώρας περιϊόντα ἐπιμελῶς ζητεῖν τοὺς Ἀντωνίου ἑταίρους, ἢ τοὺς τούτων διαδόχους. Πῶς γὰρ καὶ ῥᾳδία γένοιτο τούτων ἡ εὕρεσις, οἷς ἐν τῷ βίῳ λανθάνειν ἐσπουδάζετο ἐπιμελέστερον,

65
ἢ πολλοὶ τῶν νῦν ἀνθρώπων ὑπὸ φιλοτιμίας τυφόμενοι, πομπεύουσιν ἑαυτοὺς καὶ καταδήλους ποιοῦσιν.

Ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν Ἀντωνίου μαθητῶν, ἀλλοί τε πολλοὶ οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομεν, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. Ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι: ἐπ̓ αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην, ἠρέμα ἐπιγελάσαι, καὶ ὅρκον προσθεῖναι ὡς οὐκ ἔτι αὐτῇ συνοικήσει. Ἔχε δὲ αὐτὴν, πρὸς τὸν μοιχὸν εἰπὼν, εὐθὺς ἐπὶ τὴν ἐρημίαν ἦλθε πρὸς Ἀντώνιον.

Πρᾳότατον δὲ καὶ καρτερικὸν εἰς ἄγαν λέγεται τόνδε γενέσθαι τὸν ἄνδρα: ἀμέλειτοι καὶ γηραλέῳ ὄντι καὶ μοναστικῆς τληπαθείας ἀήθει, ἔτι γὰρ νέηλυς ἦν, παντοδαπαῖς πείραις προσβαλὼν Ἀντώνιος, ἐν οὐδενὶ ἀγεννῆ ἐφώρασε: τελείαν δὲ αὐτῷ φιλοσοφίαν ἐπιμαρτυρήσας, καθ̓ ἑαυτὸν διάγειν ἐπέτρεπεν, ὡς μηδὲν διδασκάλου δεόμενον. Ἐπεψηφίζετο δὲ καὶ ὁ Θεὸς τῇ Ἀντωνίου μαρτυρίᾳ, καὶ τοῖς ἔργοις

66
ἐπεδείκνυε τὸν ἄνδρα ἐνδοξότατον: κρείττονα δὲ καὶ αὐτοῦ τοῦ διδασκάλου εἰς τὸ κακοῦν καὶ ἀπελαύνειν τοὺς δαίμονας.