Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Συνάξεως δὲ ἐπιτελουμένης, ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε, τὸ,

52
Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει: σκίμποδα ἀντὶ τοῦ κραββάτου, μεταβαλὼν τὸ ὄνομα εἶπε. Καὶ ὁ Σπυρίδων ἀγανακτήσας, οὐ σύ γε, ἔφη, ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι; καὶ τοῦτο εἰπὼν, ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου, τοῦ δήμου ὁρῶντος: ταύτῃ γὲ μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. Ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος: ἅμα δὲ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων.

Ὅπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. Ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης, ἧκέ τις πρὸς αὐτὸν ἐξ ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν, καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι, ἄσιτος τὰς ἐν μέσῳ διαμένων: ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα, ἄγε δὴ, πρὸς τὴν θυγατέρα ἔφη, ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς, καὶ φαγεῖν αὐτῷ παράθες. Εἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι, μήτε

53
ἄλφιτα, περιττὴ γὰρ ἡ τούτων παρασκευὴ διὰ τὴν νηστείαν, εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας, ἐκέλευσε τῇ θυγατρὶ, κρέα ὕεια ἅπερ ἔτυχε τῇ οἰκίᾳ τεταριχευμένα ἑψεῖν.