Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τὸ δὲ ἄρα οὐκ ἔμελλεν ἐπὶ πολὺ λήσειν. Μετὰ γάρ τινα χρόνον, ὁ μὲν πάλιν ἐδεῖτο δανείζεσθαι: ὁ δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν,

51
ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. Κενὸν δὲ τὸν οἶκον ἰδὼν, ἐμήνυσε τῷ Σπυρίδωνι. Ὁ δὲ πρὸς αὐτὸν, θαυμαστὸν ἄρα, ὦ ἄνθρωπε, ἔφη, πῶς σοι μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. Σκόπει οὖν κατὰ σαυτὸν, μὴ χρησάμενος ἄλλοτε, τὰ πρῶτα οὐκ ἀπέδωκας: εἰ γὰρ μὴ τοῦτό ἐστιν, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ: καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσων. Καὶ ὁ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν.

Ἄξιον δὲ, τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. Λέγεται οὖν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸ συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου: εἶναι δὲ σὺν αὐτοῖς Σπυρίδωνα τοῦτον, καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλώς τε ἐλλόγιμον, καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει διατρίψαντα.