Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐμμέτρους τε ὡς ἐπὶ τὸ πολὺ οὔσας, καὶ σεμνοτέραις πρὸς δῆμον λέξεσι πεφρασμένας. Ἦν δὲ ἄρα, ὡς ἐμοὶ δοκεῖ, τῆς ἄνωθεν προμηθείας, ἐπὶ συμφωνίᾳ τῶν ἐσομένων, μὴ μόνον ἰδίοις προφήταις ἐνηχῆσαι τὸ μέλλον, ἀλλὰ καὶ ὀθνείοις ἐκ μέρους: ὥσπερ εἴ τις μελοποιὸς διὰ χρείαν παραξένου μέλους, τὰς περιττὰς τῶν χορδῶν ἐπιδράμοι τῷ πλήκτρῳ, ἢ

15
ταῖς οὔσαις ἑτέρας προσθείη. Ὡς μὲν οὖν Ἑβραῖοι πλείοσι καὶ σαφεστέραις προφητείαις χρησάμενοι περὶ τῆς παρουσίας Χριστοῦ, κατόπιν Ἑλλήνων ἐγένοντο περὶ τὴν εἰς αὐτὸν πίστιν, ἀπόχρη τοσοῦτον εἰπεῖν.

Οὐ μὴν οὐδ̓ οὕτω παρὰ λόγον δόξειε, διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι. Πρῶτον μὲν, καθότι φιλεῖ ὁ Θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν: ἔπειτα δὲ, οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἐστὶν εὑρεῖν τὴν θρησκείαν.

Εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον, οὐδὲ λέξεσιν, ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον: ἀλλ̓ ἀποδυόμενοι τὰς οὐσίας, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε, καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι, καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι, μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι,

16
δῆλον πᾶλον πᾶσιν ἐποίησαν, ὡς ὑπὲρ μεγίστων ἄθλων τὸν ἀγῶνα τοῦτον ὑπομένουσιν. Ὥστε οὐδὲ πειθοῦς ἔδει λόγων, ἀκονιτὶ τῶν πραγμάτων κατ̓ οἴκους καὶ πόλεις πιστεύειν βιαζομένων, ἃ μὴ πρότερον ἀκηκόασι.

Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἢ δεινὸν ἂν εἴη, τὸν μὲν ἐν Καλυδῶνι κάπρον, καὶ τὸν ἐν Μαραθῶνι ταῦρον, καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γινόμενα, ἢ μυθευόμενα, τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παῤ Ἕλλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι.

Πέπεισμαι γὰρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης, παραδόξως ἀναφανῆναί με συγγραφέα, οὐκ ἄπορον τῷ Θεῷ. Ὡρμήθην δὲ τὰ μὲν πρῶτα, ἀπ̓ ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν. Λογισάμενος δὲ ὡς

17
καὶ ἄλλοι ταύτης ἐπειράθησαν μέχρι τῶν κατ̓ αὐτοὺς χρόνων, Κλήμης τε καὶ Ἡγήσιππος, ἄνδρες σοφώτατοι, τῇ τῶν ἀποστόλων διαδοχῇ παρακολουθήσαντες, καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς, καὶ Εὐσέβιος ὁ ἐπίκλην Παμφίλου, ἀνὴρ τῶν θείων γραφῶν καὶ τῶν παῤ Ἕλλησι ποιητῶν καὶ συγγραφέων πολυμαθέστατος ἵστωρ: ὅσα μὲν τῶν εἰς ἡμᾶς ἐλθόντων ταῖς ἐκκλησίαις συνέβη μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Χριστοῦ, μέχρι τῆς Λικιννίου καθαιρέσεως, ἐπιτεμόμενος ἐπραγματευσάμην ἐν βιβλίοις δύο.