Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰακὼβ δὲ τὴν ἐπ̓ αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν, καὶ τὸν καιρὸν καθ̓ ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησὶν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν Ἑβραίων ἐκ τοῦ γένους Ἰούδα τοῦ φυλάρχου. Ὑπεδήλου δὲ τὴν ἡγεμονίαν Ἡρώδου, ὃς Ἰδουμαῖος ὢν τὸ γένος ἐκ πατρὸς, Ἀράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου Καίσαρος.

Καὶ τῶν ἄλλων δὲ προφητῶν, οἱ μὲν τὴν Χριστοῦ γένναν προεκήρυξαν, καὶ τὴν ἄφραστον ἐκείνην κύησιν, καὶ μητέρα μετὰ τόκον παρθένον μείνασαν, καὶ γένος καὶ πατρίδα:

13
οἱ δὲ τὰς θείας αὐτοῦ καὶ παραδόξους πράξεις: ἄλλοι δὲ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὸ ἐπὶ ἑκάστῳ συμβὰν προεσήμαναν. Ἀλλὰ ταῦτα μὲν εἴ τω ἠγνόηται, οὐ χαλεπὸν εἰδέναι ταῖς ἱεραῖς ἐντυχόντι βίβλοις.

Καὶ Ἰώσηπος δὲ ὁ Ματθίου ὁ ἱερεὺς, ἀνὴρ παρά τε Ἰουδαίοις καὶ Ῥωμαίοις ἐπιδοξότατος γενόμενος, ἀξιόχρεως ἂν εἴη μάρτυς τῆς περὶ Χριστοῦ ἀληθείας. Ἄνδρα μὲν γὰρ αὐτὸν ἀποκαλεῖν ὀκνεῖ, ὡς παραδόξων ἔργων ποιητὴν, καὶ διδάσκαλον λόγων ἀληθῶν: Χριστὸν δὲ περιφανῶς ὀνομάζει, καὶ τῷ σταυρῷ καταδικασθῆναι, καὶ τριταῖον ζῶντα φανῆναι. Καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ προειρῆσθαι τοῖς θείοις προφήταις οὐκ ἀγνοεῖ. Πολλοὺς δὲ ὄντας οὓς ἐπηγάγετο Ἕλληνάς τε καὶ Ἰουδαίους, ἐπιμεῖναι ἀγαπῶντας αὐτὸν μαρτυρεῖ, καὶ τὸ ἀπ̓ αὐτοῦ ὠνομασμένον μὴ ἐπιλεῖψαι φῦλον.

Καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾷν ἀναλόγως τοῖς ἔργοις, Θεὸν εἶναι τὸν Χριστόν: ὑπὸ

14
δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς, ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. Ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο, μὴ τοὺς Ἑβραίους φθάσαι, καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν.

Εἰ γὰρ καὶ Σιβύλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων, τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν Ἕλλησιν εἰς δυσπιστίαν ἐγκαλεῖν ἐστίν. Ὀλίγοι γὰρ οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας,