Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
  2. ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
  3. ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
  4. ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
  5. οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
  6. ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
  7. Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
  8. ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
  9. καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο
  10. κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
  11. Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
  12. νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων·
  13. Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
  14. ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
  15. δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
  16. οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
  17. ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι
  18. τεῦξεν· ὁ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
  19. ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
  20. ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον