Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
  2. ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων·
  3. καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
  4. οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δʼ ὑπένερθε
  5. καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
  6. ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·
  7. καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
  8. δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
  9. ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
  10. ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
  11. τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
  12. τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
  13. ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
  14. σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
  15. ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή·
  16. καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
  17. εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
  18. τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
  19. δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.
  20. ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες