Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
  2. οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη
  3. πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
  4. ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·
  5. οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
  6. πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος
  7. βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ
  8. δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
  9. καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
  10. Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
  11. εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
  12. οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
  13. Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
  14. σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην [*](Zimmermann, ex *w. P.)
  15. εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
  16. τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
  17. οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
  18. οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
  19. λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·
  20. σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,