Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
  2. ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
  3. Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
  4. Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
  5. καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
  6. τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.
  7. κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης
  8. ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
  9. ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
  10. γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
  11. τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
  12. ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
  13. υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
  14. ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
  15. ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν
  16. ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
  17. ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
  18. νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
  19. χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
  20. ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·