Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
- Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
- ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
- πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
- χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
- καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
- χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
- ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
- τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
- ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
- ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
- ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
- ἄσχετον υἱ̓͂ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
- θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
- ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
- ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
- σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
- ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
- ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
- ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι