Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ·
  2. ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
  3. δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα
  4. ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
  5. ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
  6. ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις;
  7. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
  8. τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
  9. ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
  10. εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
  11. υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
  12. σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
  13. καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
  14. εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
  15. ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
  16. οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
  17. οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
  18. ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
  19. νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
  20. καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο