Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
  2. Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
  3. κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
  4. τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
  5. ἄλλος δʼ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
  6. εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
  7. καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
  8. δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
  9. κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
  10. ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
  11. λαῶν ὀλλυμένων, οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο
  12. δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
  13. οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
  14. ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
  15. αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
  16. νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
  17. ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
  18. εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
  19. ἀλλʼ ἄγεθʼ ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι
  20. καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,