Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
  2. Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
  3. ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη
  4. ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
  5. ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
  6. αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
  7. τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
  8. Αἴας σὺν τεύχεσσι· πολὺς δʼ ἐστείνετο λαὸς
  9. αἰγιαλοῖς· Τρῶες δʼ ἐγάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοι.
  10. ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
  11. δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
  12. χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
  13. χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
  14. αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
  15. θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
  16. νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
  17. οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
  18. βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
  19. αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
  20. νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.