Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
  2. αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
  3. πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
  4. φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα
  5. ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
  6. χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
  7. ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
  8. ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
  9. ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
  10. δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
  11. μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
  12. καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων
  13. ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
  14. τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
  15. Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
  16. Αἴαντʼ· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
  17. τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
  18. ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
  19. ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
  20. ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
  21. ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
  22. Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ
  23. καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·
  24. οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
  25. Ἐγκέλαδος δέδμητο κατʼ ἀκαμάτοιο θαλάσσης
  26. Θρινακίης ὑπένερθεν, ὅλη δʼ ὑπετύφετο νῆσος·
  27. ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
  28. Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
  29. ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη
  30. ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
  31. ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
  32. αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
  33. τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
  34. Αἴας σὺν τεύχεσσι· πολὺς δʼ ἐστείνετο λαὸς
  35. αἰγιαλοῖς· Τρῶες δʼ ἐγάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοι.
  36. ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
  37. δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
  38. χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
  39. χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
  40. αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
  41. θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
  42. νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
  43. οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
  44. βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
  45. αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
  46. νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.
  1. Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
  2. Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
  3. κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
  4. τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
  5. ἄλλος δʼ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
  6. εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
  7. καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
  8. δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
  9. κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
  10. ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
  11. λαῶν ὀλλυμένων, οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο
  12. δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
  13. οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
  14. ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
  15. αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
  16. νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
  17. ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
  18. εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
  19. ἀλλʼ ἄγεθʼ ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι
  20. καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
  21. Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος,
  22. τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
  23. ἡμέας, ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
  24. εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
  25. μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
  26. ἐν πολέμῳ· κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
  27. ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
  28. ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
  29. ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
  30. ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν
  31. ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.
  32. ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
  33. ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
  34. Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
  35. ῥήξῃ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσῃ Ἄρηα
  36. δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
  37. οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
  38. καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ.
  39. καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις,
  40. καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
  41. ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
  42. ἀργαλέον, καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις,
  43. ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστʼ ἀλαπαδνόν;
  44. ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
  45. πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
  46. θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος.
  47. εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
  48. αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
  49. ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
  50. ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,
  51. λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
  52. δούρατα θηγέμεναι, παρά τʼ ἀσπίδας ἄλλα τε πάντα
  53. εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι [*](Zimmermann, for e)fopli/ssasqai (sith lacuna) of Koechly.) ἅπαντας
  54. ἀνέρας ἠδʼ ἵππους, οἵ τʼ ἐς πόλεμον μεμάασιν·
  55. ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης.
  56. ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο, ᾗχι πάρος περ·
  57. τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
  58. ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν·
  59. κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
  60. ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
  61. ἤδη μὲν καὶ πρόσθʼ ἐφάμην δεκάτῳ λυκάβαντι
  62. πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
  63. ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
  64. ἀλλʼ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
  65. πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
  66. οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα
  67. ἄξουσιν· μέγα δʼ ἄμμι φάος πάντεσσι πελάσσει.
  68. ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ
  69. γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
  70. Κάλχαντος φάτιν ἔμμενʼ ἐτήτυμον, ὡς ἀγόρευε·
  71. καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς·
  72. ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν
  73. σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·
  74. οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς
  75. ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
  76. Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἔνθʼ ἀνθρώποις. [*](Zimmermann, for e)/ros a)nqrw/poisi of MSS.)
  77. νῦν δʼ, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
  78. Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·
  79. ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
  80. ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ ἐπεεσσιν,
  81. εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
  82. μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
  83. ἔλπομʼ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.
  84. ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
  85. ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
  86. ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
  87. σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς [*](*werse inserted by Zimmermann ex *i).)
  88. ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
  89. νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,
  90. δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
  91. Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
  92. προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
  93. οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.
  94. ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
  95. καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας
  96. ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
  97. καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,
  98. δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
  99. νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
  100. καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο·
  101. ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
  102. ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι,
  103. ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
  104. καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,
  105. τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός·
  106. ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
  107. νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον·
  108. ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
  109. δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
  110. ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι
  111. τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων
  112. ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·
  113. ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
  114. αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.
  115. τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
  116. θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
  117. Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
  118. ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι
  119. λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
  120. τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
  121. ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
  122. καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
  123. πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
  124. ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
  125. ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
  126. ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
  127. ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
  128. ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες [*](Verse inserted by Zimmermann ex P.)
  129. σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·
  130. ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο
  131. ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ
  132. τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
  133. θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν
  134. ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
  135. τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
  136. τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τʼ ἐτέτυκτο γενέθλης·
  137. τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
  138. Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα
  139. Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
  140. λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·
  141. καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
  142. θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ
  143. μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
  144. ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
  145. τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
  146. ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος
  147. σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
  148. νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
  149. δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
  150. καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων
  151. εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·
  152. ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.
  153. ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο
  154. ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
  155. καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
  156. ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
  157. ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
  158. Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,
  159. κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν
  160. ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·
  161. δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
  162. αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε
  163. Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
  164. ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
  165. αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
  166. στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
  167. ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι.
  168. καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ·
  169. οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
  170. Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει
  171. δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
  172. δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ
  173. αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
  174. ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
  175. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
  176. ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
  177. αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
  178. σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
  179. τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
  180. νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
  181. μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
  182. οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
  183. ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
  184. δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·
  185. πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
  186. ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
  187. αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.
  188. αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
  189. Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
  190. ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
  191. ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
  192. κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
  193. ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
  194. μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ
  195. Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
  196. σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
  197. λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
  198. πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
  199. ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
  200. τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
  201. καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
  202. ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
  203. ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
  204. δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
  205. σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
  206. νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
  207. ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
  208. ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
  209. ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
  210. ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
  211. ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
  212. ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
  213. τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
  214. αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.
  215. ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
  216. αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα
  217. ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
  218. ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα
  219. θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
  220. ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
  221. ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
  222. αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
  223. ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
  224. ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
  225. ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
  226. Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν
  227. ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·
  228. καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
  229. ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
  230. ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδεσ̔ αἱ μὲν ὀϊστοῖς
  231. βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης
  232. μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·
  233. τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ
  234. ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
  235. ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
  236. τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·
  237. τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
  238. ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι
  239. θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος
  240. πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
  241. γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
  242. ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
  243. καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ
  244. ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
  245. Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
  246. δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
  247. εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν
  248. ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
  249. Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
  250. ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
  251. αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
  252. ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
  253. τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν
  254. αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
  255. πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων