Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
  2. ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
  3. ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
  4. Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
  5. αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
  6. Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
  7. Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
  8. φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
  9. ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
  10. λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
  11. καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
  12. κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
  13. χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
  14. ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
  15. ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
  16. καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
  17. κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
  18. σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
  19. Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
  20. ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας