Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
  2. ὥς ὅ γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
  3. εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
  4. ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
  5. γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
  6. ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
  7. εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
  8. ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
  9. μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
  10. ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
  11. μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
  12. πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
  13. ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
  14. μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
  15. ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
  16. τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες
  17. πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
  18. καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
  19. Υπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
  20. Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ