Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
  2. ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
  3. ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
  4. βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
  5. ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
  6. ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
  7. μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
  8. δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
  9. ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ
  10. αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
  11. ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
  12. ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
  13. ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
  14. ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
  15. φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  16. ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
  17. ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
  18. ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι
  19. σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
  20. αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα